Ancient Greek · ~6 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.32
Not analysed yet
Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος ταῖς τοῦ ἁγίου Πνεύματος μυσταγωγίαις πρὸς τὰ ἐσόμενα βλέπων προενόησε τῶν καθ' ἡμᾶς, καὶ τίνα τρόπον ἐρῶ· ἐπειδὴ γὰρ ἐν Πατρὶ καὶ Υἱῷ καὶ ἁγίῳ Πνεύματι, τουτέστιν ἐν ὁμοουσίῳ νοεῖται Τριάδι ἡ μία καὶ ἄφραστος καὶ ἀπερινόητος τοῦ Θεοῦ φύσις, ἵνα μή τις, ἐκ τῆς πολλῆς ἄγαν ἀβελτηρίας ἐφ' ἃ μὴ προσῆκε παρενηνεγμένος, κατ' εἰκόνα μὲν λέγοι καὶ ὁμοίωσιν τοῦ Θεοῦ τὸν ἄνθρωπον πεποιῆσθαι, οὐ μὴν ἔτι καὶ τοῦ Υἱοῦ—ἦν δὲ δήπου καὶ τὸ ἔμπαλιν ὑπονοεῖν εἰκός, καὶ φάναι μὲν καθ' ὁμοίωσιν τοῦ Υἱοῦ γενέσθαι τὸν ἄνθρωπον, οὐ μὴν ἔτι καὶ τοῦ Πατρός—, προαναθρήσας, ὡς ἔφην, τὰς ἔσθ' ὅτε παρά τινων ἐσομένας εὑρεσιλογίας, αὐτὴν ἔφη τὴν ἁγίαν Τριάδα πρὸς ἑαυτὴν εἰπεῖν· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν», ἵνα πρὸς ὅλην γε νοῆται μεμορφωμένος, δηλονότι νοητῶς, τὴν ἀπόρρητον τῆς θεότητος φύσιν. Οἱ δέ, καίτοι δοκησισοφοῦντες ἄγαν, ὕθλους εἶναί τινας οἴονται ταυτί, καὶ διὰ πλείστην ὅσην ἐμβροντησίαν ἀπρόσβλητον τῆς ἀληθείας ἔχοντες τὸ φῶς, ψευδωνύμοις τισὶ καὶ νόθοις θεοῖς εἰπεῖν αὐτὸν ἴσως διατείνονται τὴν φωνήν. Καίτοι πῶς οὐ περινοεῖν ἄξιον ὡς οὐκ ἂν ὁ φύσει δημιουργὸς τῆς ἑαυτοῦ δόξης καὶ ὑπεροχῆς τὸ ὑπερφερὲς ἀξίωμα τῇ τῶν γενητῶν ἐχαρίζετο φύσει; Καὶ οὔτι πού φαμεν βασκήναντα—πόθεν; —,ἀλλ' ὅτι τῶν πεποιημένων ἡ φύσις οὐκ ἂν ἀφίκοιτό ποτε πρὸς τὴν τῶν θείων ἀξιωμάτων ὑπεροχήν, οὐδ' ἄν, οἶμαί, τι καταπλουτήσειε, καὶ τοῦτο οὐσιωδῶς, τῶν ὅ τι μάλιστα μόνῃ τε καὶ ἰδικῶς τῇ ἀφράστῳ φύσει προσπεφυκότων.