Ancient Greek · ~5 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.33
Not analysed yet
Ἔκτοπον δὲ καὶ ἑτέρως τὸ θεοῖς ἑτέροις εἰπεῖν οἴεσθαι τὸν τῶν ὅλων βασιλέα καὶ κύριον· «Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν.» Τί γὰρ δὴ καὶ πεπονθὼς συνεργάτας ὥσπερ καὶ συλλήπτορας οἰονεί τινας ἐποιεῖτο ἐπὶ μόνῃ τῇ τοῦ ἀνθρώπου κατασκευῇ, καίτοι τὴν ἄλλην ἅπασαν κτίσιν ἀποσχεδιάσας, Ἀγγέλους δὴ λέγω καὶ Κυριότητας, Ἀρχάς, Ἐξουσίας, Δυνάμεις νοεράς, οὐρανόν τε καὶ γῆν, ἥλιον καὶ σελήνην, ἄστρα καὶ φῶς, καὶ συλλήβδην ἅπαντα τά τε ἐν οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς; Ἆρα γὰρ ἐκεῖνο φαίη τις ἂν ὡς τὸ ἄναλκι παθών, ἤγουν ἀποχρῶσαν οὐκ ἔχων ἐνέργειαν τὴν εἴς γε τουτὶ συνεισδέχεται τοὺς ἐπικουρήσοντας; Καίτοι πῶς οὐ τῆς ἐσχάτης ἀβελτηρίας ἔγκλημα γένοιτ' ἄν τισιν τὸ ὧδε ἑλέσθαι φρονεῖν; Πανσθενὲς γὰρ τὸ θεῖον, καὶ αὐτοτελὲς πρὸς πᾶν ὁτιοῦν, καὶ οὐδὲν ἀνήνυτον αὐτῷ. Λῆρον δὴ οὖν τὸν ἔν γε τούτοις ἀφέντες, ἐπ' ἐκείνῳ ἴωμεν, ὡς χρὴ συνομολογεῖν ἐν ἁγίᾳ καὶ ὁμοουσίῳ Τριάδι τὸ τῆς ἀφράστου θεότητος νοεῖσθαι πλήρωμα, μεμορφώμεθα δὲ ἡμεῖς πρὸς τὴν ἀληθῆ καὶ ἀκριβεστάτην εἰκόνα τοῦ Πατρός, τουτέστι πρὸς τὸν Υἱόν, καὶ ταῖς ἡμετέραις ψυχαῖς τὸ θεῖον αὐτοῦ κάλλος ἐνσημαίνεται διὰ μετοχῆς τοῦ ἁγίου Πνεύματος· καὶ γάρ ἐστιν ἐν ἡμῖν, ὡς αὐτὸς ὁ Υἱός· «Τὸ γὰρ Πνεῦμά ἐστιν ἡ ἀλήθεια», κατὰ τὸ γεγραμμένον.