Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.35
Not analysed yet
Ὀρφέα μὲν οὖν τὸν Οἰάγρου δεισιδαιμονέστατόν φασι γενέσθαι τῶν ἄλλων καὶ φθάσαι μὲν τὴν Ὁμήρου ποίησιν, ἅτε δὴ καὶ ἐν χρόνοις ὄντα πρεσβύτερον, ᾠδὰς δὲ καὶ ὕμνους τοῖς ψευδωνύμοις ἐξυφῆναι θεοῖς καὶ οὐκ ἀθαύμαστον ἐπὶ τούτῳ τὴν δόξαν ἑλεῖν, εἶτα τῶν ἑαυτοῦ δογμάτων κατεγνωκότα, συνέντα τε ὅτι μονονουχὶ τὴν ἁμαξιτὸν ἀφεὶς ἐν ἐκβολῇ γέγονε τῆς εὐθείας ὁδοῦ μεταφοιτῆσαι πρὸς τὰ βελτίω καὶ τοῦ ψεύδους ἀνθελέσθαι τὴν ἀλήθειαν, φάναι τε οὕτω περὶ Θεοῦ· «Φθέγξομαι οἷς θέμις ἐστί, θύρας δ' ἐπίθεσθε βέβηλοι Πάντες ὅμως· σὺ δ' ἄκουε, φαεσφόρου ἔκγονε Μήνης Μουσαῖ'· ἐξερέω γὰρ ἀληθέα· μηδέ σε τὰ πρὶν Ἐν στήθεσσι φανέντα φίλης αἰῶνος ἀμέρσῃ. Εἰς δὲ λόγον θεῖον βλέψας, τούτῳ προσέδρευε, Ἰθύνων κραδίης νοερὸν κύτος, εὖ δ' ἐπίβαινε Ἀτραπιτοῦ, μοῦνον δ' ἐσόρα κόσμοιο ἄνακτα· Εἷς ἐστ' αὐτογενής, ἑνὸς ἔκγονα πάντα τέτυκται, Ἐν δ' αὐτὸς αὐτοῖς περιγίνεται· οὐδέ τις αὐτὸν Εἰσοράᾳ θνητῶν, αὐτὸς δέ γε πάντας ὁρᾶται.» Καὶ μεθ' ἕτερα πάλιν· «Αὐτὸς γὰρ χάλκειον ἐς οὐρανὸν ἐστήρικται Χρυσέῳ εἰνὶ θρόνῳ, γαίῃ δ' ἐπὶ ποσσὶ βέβηκε· Χεῖρά τε δεξιτερὴν ἐπὶ τέρματος Ὠκεανοῖο Πάντοθεν ἐκτέτακεν· περὶ γὰρ τρέμει οὔρεα μακρά, Καὶ ποταμοί, πολιῆς τε βάθος χαροποῖο θαλάσσης.» Ἕνα τοίνυν, καὶ τοῦτον αὐτογέννητον, διὰ πάντων καὶ ἐπὶ πάντας ὀνομάζει Θεόν, καὶ θρόνον μὲν αὐτῷ φησιν εἶναι τὸν οὐρανόν, κεῖσθαί γε μὴν ὑπὸ πόδας τὴν γῆν, τὸ ἀπεριόριστον, οἶμαι, τούτῳ τῆς ἀκηράτου φύσεως κατασημῆναι θέλων, καὶ τὸ διὰ πάντων ἥκειν αὐτὴν καὶ πάντα πληροῦν· ὅτι δὲ τοῦ παντὸς περιδράττεται ὑπεμφήνειεν ἂν τὸ καὶ αὐτοῖς τοῖς τοῦ Ὠκεανοῦ τέρμασι περιτετάσθαι τὴν χεῖρα, τρεμόντων καὶ ὀρῶν καὶ θαλάσσης καὶ ἁπαξαπλῶς τοῦ κόσμου παντός. Ὡς γάρ φησιν ἡ θεόπνευστος Γραφή· «Πᾶσα ἡ γῆ τὴν ἀλήθειαν καλεῖ, καὶ οὐρανὸς αὐτὴν εὐλογεῖ, καὶ πάντα τὰ ἔργα σείεται καὶ τρέμει.» Τὰ μὲν οὖν Ὀρφέως ἐν τούτοις.