Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.34
Not analysed yet
Οὕτως ἡμᾶς ὁ πάνσοφος ἀληθῶς μεμυσταγώγηκε Μωσῆς, καὶ οὐχ ἕτερά τινα παρ' αὐτὸν πεφρονήκασιν οἱ μετ' αὐτὸν γεγονότες ἅγιοι προφῆται καὶ ἀπόστολοι καὶ εὐαγγελισταί. Εἷς καὶ ὁ αὐτὸς ἐν πᾶσι τῆς θεολογίας ὁρᾶται τρόπος, καὶ οὐκ ἄν τις εὕροι κατά τι γοῦν ὅλως ἀλλήλοις μεμαχημένους. Θεοκλυτήσαντες γὰρ ἀληθῶς τὰ ἐξ ἑνὸς λαλοῦσι τοῦ ἁγίου Πνεύματος, καὶ πρός γε τοῦτο ἡμᾶς ἐνδοιάζειν οὐκ ἐᾷ σαφέστατα λέγων ἐν αὐτοῖς ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός· «Οὐχ ὑμεῖς ἐστε οἱ λαλοῦντες, ἀλλὰ τὸ Πνεῦμα τοῦ Πατρὸς ἡμῶν τὸ λαλοῦν ἐν ὑμῖν.» Τὴν τοίνυν ἄνωθεν καὶ ἐκ τῶν ἁγίων πατέρων καταβαίνουσαν εἰς ἡμᾶς περὶ Θεοῦ δόξαν ἀπαράσημον ἔχοντες, ἐπ' αὐτῇ καυχώμεθα καὶ οὐχὶ τοῖς ἐξ αἵματος Ἰσραὴλ ὡς αὐτοῖς μᾶλλον προσήκουσαν καταχωρεῖν εἰθίσμεθα, πολλοῦ γε καὶ δεῖ· καταλογιζόμεθα δὲ καὶ ἑαυτοὺς ἐν τέκνοις τοῦ Ἀβραάμ. Ἡμεῖς γάρ ἐσμεν οἱ κατ' ἐπαγγελίαν υἱοί, καὶ ἀναπείσει γράφων ὁ Παῦλος· «Οὐ γὰρ πάντες οἱ ἐξ Ἰσραὴλ οὗτοι Ἰσραήλ, οὐδὲ ὅτι εἰσὶ σπέρμα τοῦ Ἀβραὰμ πάντως τέκνα, ἀλλὰ τὰ τέκνα τῆς ἐπαγγελίας λογίζεται εἰς σπέρμα.» Πλεῖστα μὲν οὖν ὅσα τοῖς εἰρημένοις ἐπενεγκεῖν περί τε τῆς εὐαγοῦς ἡμῶν θρησκείας καὶ ἀμωμήτου δόξης ἣν ἐπὶ τῷ πάντων κρατοῦντι Θεῷ πεποιήμεθα, χαλεπὸν οὐδέν. Ἐπειδὴ δὲ καὶ ὅροις τοῖς καθήκουσι τῶν θεωρημάτων ἕκαστα ἀπονέμειν ἡμᾶς ὁ λόγος ἀναπείθει τῆς εὐτεχνίας, ἐκεῖνα τέως παρεὶς τετράψομαι μᾶλλον ἐπί γε τὸ δεῖν εἰπεῖν τὰ Ἑλλήνων, πολυπραγμονῆσαί τε τὰ παρ' αὐτοῖς καὶ τῆς ἑκάστου δόξης ἀκριβῆ ποιεῖσθαι τὴν βάσανον.