Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.40
Not analysed yet
Ἕνα γὰρ πάντες ὁμολογοῦσι τὸν ἐπὶ πάντας καὶ διὰ πάντων καὶ ἐν πᾶσι Θεόν, ἄναρχόν τε καὶ ἀΐδιον, ἀγέννητον, ἄφθαρτον, ζωὴν καὶ ζωοποιόν, οὐρανοῦ τε καὶ γῆς ποιητὴν καὶ συλλήβδην ἁπάντων τῶν ἐν αὐτοῖς. Εἰ δὲ δή τινες τῶν μετ' ἐκείνους, οὐ συνέντες τὰ αὐτῶν, διημαρτήκασι τἀληθοῦ, οὐκ ἐκείνοις μᾶλλον, ἕψεται δὲ τούτοις κατά γε τὸν ὀρθῶς ἔχοντα λογισμὸν ἡ τοῦ πεπλανῆσθαι γραφή. Εἰ μὲν οὖν οἱ τῆς ἐνούσης αὐτοῖς ἀβελτηρίας εὑρεταὶ καὶ τῶν ἀνοσίων δογμάτων καθηγηταὶ γεγονότες ταῖς ἀλλήλων συνηνέχθησαν δόξαις, δεικνύτωσαν καὶ πεπαύσομαι. Εἰ δὲ αὐτοὶ πρὸς ἀλλήλους οἱ πρῶτοι διάφοροί τέ εἰσι καὶ ἑτερογνώμονες, πῶς οὐχ ἅπασιν ἐναργὲς ὡς ἔξω βαίνουσιν τρίβου τῆς ἐπ' εὐθύ, καὶ πεπλάνηνται; Εἰ γὰρ δὴ βούλοιτό τις εὖ μάλα διαμαθεῖν τὸν ὀρθῶς τε καὶ ἀκιβδήλως ἔχοντα λόγον περὶ τοῦ πάντων ἐπέκεινα Θεοῦ, τὴν τίνος ἂν εἰσδέξηται δόξαν καὶ οὐκ ἂν ἁμάρτοι σκοποῦ; Θάλης μὲν γὰρ καὶ Ἀναξίμανδρος, ἕτεροί τε ὧν ἀρτίως διεμνημονεύσαμεν, εἰκῆ πεφλυαρηκότες ἁλοῖεν ἄν. Πυθαγόρας δὲ καὶ Πλάτων, διατετριφότες ἐν Αἰγύπτῳ καὶ πολλοῖς τοῖς αὐτόθι περιτυγχάνοντες, ἅτε δὴ φιλομαθεστάτω τε ὄντε καὶ φιλοΐστορε, οὐκ ἠγνοησάτην τὴν Μωσέως ἀρετήν· ἦν γὰρ Αἰγυπτίοις τὰ κατ' αὐτὸν οὐκ ἐν μετρίῳ θαύματι. Ἐντεῦθεν οἶμαι τὸν περὶ Θεοῦ λόγον οὐκ ἀκόμψως ἐκμεμαθηκότας ἐπιεικέστερόν πως παρὰ τοὺς ἄλλους τὰ περὶ αὐτοῦ δοξάσαι καὶ μὴν καὶ ἑλέσθαι φρονεῖν. Εὑρήσομεν δὲ καὶ τῶν Ἀθήνησί τινας τοῖς παρ' αὐτῶν εὖ ἔχειν ὑπειλημμένοις συνενηνεγμένους.