Ancient Greek · ~5 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.41
Not analysed yet
Οἶμαι δὲ δεῖν ἀξιῶσαι λόγου καὶ μνήμης τὸν Αἰγύπτιον Ἑρμῆν, ὃν δὴ καὶ ‘Τρισμέγιστον’ ὠνομάσθαι φασί, τετιμηκότων αὐτὸν τῶν κατ' ἐκεῖνο καιροῦ καί, καθά τισι δοκεῖ, τῷ ἐκ Διὸς καὶ Μαίας μυθολογουμένῳ γενέσθαι παρεικαζόντων αὐτόν· οὑτοσὶ τοιγαροῦν ὁ κατ' Αἴγυπτον Ἑρμῆς, καίτοι τελεστὴς ὢν καὶ τοῖς τῶν εἰδώλων τεμένεσι προσιζήσας ἀεί, πεφρονηκὼς εὑρίσκεται τὰ Μωσέως, εἰ καὶ μὴ εἰς ἅπαν ὀρθῶς καὶ ἀνεπιλήπτως, ἀλλ' οὖν ἐκ μέρους· ὠφέληται γὰρ καὶ αὐτός. Πεποίηται δὲ καὶ τούτου μνήμην ἐν ἰδίαις συγγραφαῖς ὁ συντεθεικὼς Ἀθήνησι τὰ ἐπίκλην ‘Ἑρμαϊκὰ’ πεντεκαίδεκα βιβλία· γράφει δὲ οὕτως ἐν τῷ πρώτῳ περὶ αὐτοῦ, εἰσκεκόμικε δέ τινα τῶν ἱερουργῶν λέγοντα· «Ἵν' οὖν ἔλθωμεν εἰς τὰς ὁμοίας, ἆρ' οὐχὶ καὶ τὸν ἡμέτερον Ἑρμῆν ἀκούεις τήν τε Αἴγυπτον εἰς λῆξιν καὶ κληροὺς ἅπασαν τεμεῖν, σχοίνῳ τὰς ἀρούρας καταμετροῦντα, καὶ διώρυχας τεμέσθαι ταῖς ἐπαρδεύσεσι, καὶ νομοὺς θεῖναι, καὶ τὰς χώρας ἀπ' αὐτῶν προσειπεῖν, καὶ καταστήσασθαι τὰς συναλλάξεις τῶν συμβολαίων, καὶ νεωστὶ φύσασθαι κατάλογον τῆς τῶν ἄστρων ἐπιτολῆς, καὶ βοτάνας τεμεῖν, καὶ πρός γε ἀριθμοὺς καὶ λογισμοὺς καὶ γεωμετρίαν ἀστρονομίαν τε καὶ ἀστρολογίαν, καὶ τὴν μουσικὴν καὶ τὴν γραμματικὴν ἅπασαν εὑρόντα παραδοῦναι.» Ποιήσομαι τοίνυν τῶν ἑκάστου δοξῶν τὴν ἀφήγησιν, μεμνήσομαι δὲ καὶ ἑτέρων οὐκ ἀθαύμαστον παρ' αὐτοῖς ἐπὶ παιδείᾳ λαχόντων ὄνομα· χρῆναι δέ φημι τοὺς ἐντευξομένους φιλομαθέστατα μᾶλλον ἢ γοῦν ἁψικόρως ἔχοντας τοῖς γεγραμμένοις προσβαλεῖν.