Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.43
Not analysed yet
Πορφύριος δέ φησιν ἐν βιβλίῳ τετάρτῳ ‘Φιλοσόφου ἱστορίας’ δοξάσαι τε τὸν Πλάτωνα καὶ μὴν καὶ φράσαι πάλιν περὶ ἑνὸς θεοῦ, ὄνομα μὲν αὐτῷ μηδὲν ἐφαρμόττειν μηδὲ γνῶσιν ἀνθρωπίνην αὐτὸν καταλαβεῖν, τὰς δὲ λεγομένας προσηγορίας ἀπὸ τῶν ὑστέρων καταχρηστικῶς αὐτοῦ κατηγορεῖν. Εἰ δὲ ὅλως ἐκ τῶν παρ' ἡμῖν ὀνομάτων χρή τι τολμῆσαι λέγειν περὶ αὐτοῦ, μᾶλλον τὴν τοῦ ‘ἑνὸς’ προσηγορίαν καὶ τὴν ‘τἀγαθοῦ’ τακτέον ἐπ' αὐτοῦ. Τὸ μὲν γὰρ ‘ἓν’ ἐμφαίνει τὴν περὶ αὐτοῦ ἁπλότητα καὶ διὰ τοῦτο αὐτάρκειαν· χρῄζει γὰρ οὐδενός, οὐ μερῶν, οὐκ οὐσίας, οὐ δυνάμεων, οὐκ ἐνεργειῶν, ἀλλ' ἔστι πάντων τούτων αἴτιος, ‘τἀγαθὸν’ δὲ παρίστησιν ὅτι ἀπ' αὐτοῦ πᾶν ὅ τί περ ἀγαθόν ἐστιν, ἀπομιμουμένων κατὰ τὸ δυνατὸν τῶν ἄλλων τὴν ἐκείνου, εἰ χρὴ φάναι, ἰδιότητα καὶ δι' αὐτῆς σῳζομένων. Ὁ δὲ τρισμέγιστος Ἑρμῆς οὕτω πώς φησι· «Θεὸν νοῆσαι μὲν χαλεπόν, φράσαι δὲ ἀδύνατον ᾧ καὶ νοῆσαι δυνάτον· τὸ γὰρ ἀσώματον σώματι σημῆναι ἀδύνατον, καὶ τὸ τέλειον τῷ ἀτελεῖ καταλαμβάνεσθαι οὐ δυνατόν, καὶ τὸ ἀΐδιον τῷ ὀλιγοχρονίῳ συγγενέσθαι δύσκολον· τὸ μὲν γὰρ ἀεὶ ἔστι, τὸ δὲ παρέρχεται, καὶ τὸ μὲν ἀληθές ἐστι, τὸ δὲ ὑπὸ φαντασίας σκιάζεται. Ὅσῳ οὖν τὸ ἀσθενέστερον τοῦ ἰσχυροτέρου καὶ τὸ ἔλαττον τοῦ κρείττονος διέστηκε, τοσούτῳ τὸ θνητὸν τοῦ θείου καὶ ἀθανάτου. Εἴ τις οὖν ἀσώματος ὀφθαλμός, ἐξερχέσθω τοῦ σώματος ἐπὶ τὴν θέαν τοῦ καλοῦ, καὶ ἀναπτήτω, καὶ αἰωρηθήτω, μὴ σχῆμα, μὴ σῶμα, μὴ ἰδέας ζητῶν θεάσασθαι, ἀλλ' ἐκεῖνο μᾶλλον τὸ τούτων ποιητικόν, τὸ ἥσυχον, τὸ γαληνόν, τὸ ἑδραῖον, τὸ ἄτρεπτον, τὸ αὐτὸ πάντα καὶ μόνον, τὸ ἕν, τὸ αὐτὸ ἐξ ἑαυτοῦ, τὸ αὐτὸ ἐν ἑαυτῷ, τὸ ἑαυτῷ ὅμοιον, ὃ μήτε ἄλλῳ ὅμοιόν ἐστι, μήτε ἑαυτῷ ἀνόμοιον.»