Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.44
Not analysed yet
Καὶ πάλιν ὁ αὐτός· «Μηδὲν οὖν περὶ ἐκείνου πώποτε τοῦ ἑνὸς καὶ μόνου ἀγαθοῦ ἐννοούμενος ἀδύνατον εἴπῃς· ἡ πᾶσα γὰρ δύναμις αὐτός ἐστι, μηδὲ ἔν τινι αὐτὸν διανοηθῇς εἶναι, μηδὲ πάλιν κατεκτός τινος· αὐτὸς γὰρ ἀπέραντος ὢν πάντων ἐστὶ πέρας, καὶ ὑπὸ μηδενὸς ἐμπεριεχόμενος πάντα ἐμπεριέχει. Ἐπεὶ τίς διαφορά ἐστι τῶν σωμάτων πρὸς τὸ ἀσώματον, καὶ τῶν γενητῶν πρὸς τὸ ἀγένητον, καὶ τῶν ἀνάγκῃ ὑποκειμένων πρὸς τὸ αὐτεξούσιον, ἢ τῶν ἐπιγείων πρὸς τὰ ἐπουράνια, καὶ τῶν φθαρτῶν πρὸς τὰ ἀΐδια; οὐχ ὅτι τὸ μὲν αὐτεξούσιόν ἐστι, τὸ δὲ ἀνάγκῃ ὑποκείμενον, τὰ δὲ κάτω ἀτελῆ ὄντα φθαρτά ἐστιν;» Ἀλλὰ μὴν καὶ Σοφοκλῆς οὕτω φησὶ περὶ θεοῦ· «Εἷς ταῖς ἀληθείαισιν, εἷς ἐστιν θεός, Ὃς οὐρανόν τ' ἔτευξε καὶ γαῖαν μακράν, Πόντου τε χαροπὸν οἶδμα, κἀνέμων βίας· Θνητοὶ δὲ πολλοί, καρδίᾳ πλανώμενοι Ἱδρυσάμεσθα πημάτων παραψυχάς, Θεῶν ἀγάλματ' ἐκ λίθων τε καὶ ξύλων, Ἢ χρυσοτεύκτων ἢ 'λεφαντίνων τύπους, Θυσίας τε τούτοις καὶ κενὰς πανηγύρεις Τεύχοντες, οὕτως εὐσεβεῖν νομίζομεν.» Καὶ μέντοι καὶ ὁ σοφώτατος Ξενοφῶν· «Ὁ γοῦν πάντα σείων καὶ ἀτρεμίζων, ὥσπερ μέγας τις καὶ δυνατός, φανερός· ὁποῖος δέ τις μορφήν, ἀφανής· οὔτε μὴν ὁ παμφαὴς δοκῶν εἶναι ἥλιος οὐδὲ οὗτος ἔοικεν ὁρᾶν ἑαυτὸν ἐπιτρέπειν, ἀλλ' ἤν τις ἀναιδῶς αὐτὸν θεάσηται, τὴν ὄψιν ἀφαιρεῖται.»