Ancient Greek
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.46
Not analysed yet
Καὶ μὴν καὶ Ὀρφεὺς αὖθις οὕτω πού φησι· «Οὐρανὸν ὁρκίζω σε Θεοῦ μεγάλου σοφὸν ἔργον· αὐδὴν ὁρκίζω σε Πατρός, ἣν φθέγξατο πρώτην, ἡνίκα κόσμον ἅπαντα ἑαῖς στηρίξατο βουλαῖς.» ‘Αὐδὴν δὲ Πατρὸς ἣν φθέγξατο πρώτην’ τὸν μονογενῆ Λόγον αὐτοῦ φησιν, ἀεὶ συνυπάρχοντα τῷ Πατρί· οὐ γὰρ ἦν χρόνος ὅτε δίχα Λόγου τοῦ ἰδίου νοοῖτ' ἂν ὑπάρχων ὁ Θεὸς καὶ Πατήρ· ἐν ταὐτῷ δὲ καὶ τῶν ὅλων δημιουργὸν ἀπέφηνεν ὄντα Θεόν. Ὁ δὲ Τρισμέγιστος Ἑρμῆς οὕτω φθέγγεται περὶ Θεοῦ. «Ὁ γὰρ Λόγος αὐτοῦ προελθών, παντέλειος ὢν καὶ γόνιμος, καὶ δημιουργός, ἐν γονίμῳ φύσει πεσὼν ἐπὶ γονίμῳ ὕδατι ἔγκυον τὸ ὕδωρ ἐποίησε.» Καὶ ὁ αὐτὸς αὖθις· «Ἡ οὖν πυραμίς, φησίν, ὑποκειμένη τῇ φύσει καὶ τῷ νοερῷ κόσμῳ· ἔχει γὰρ ἄρχοντα ἐπικείμενον τὸν δημιουργὸν Λόγον τοῦ πάντων δεσπότου, ὃς μετ' ἐκεῖνον πρώτη δύναμις, ἀγέννητος, ἀπέραντος, ἐξ ἐκείνου προκύψασα καὶ ἐπίκειται καὶ ἄρχει τῶν δι' αὐτοῦ δημιουργηθέντων, ἔστι δὲ τοῦ παντελείου πρόγονος καὶ τέλειος καὶ γόνιμος γνήσιος Υἱός.» Καὶ πάλιν ὁ αὐτός—ὡς ἐρομένου τινὸς τῶν ἐν Αἰγύπτῳ τεμενιτῶν καὶ λέγοντος· «Διὰ τί δέ, ὦ μέγιστε ἀγαθὸς δαίμων, τούτῳ τῷ ὀνόματι ἐκλήθη ἀπὸ τοῦ πάντων Κυρίου;» —φησί· «Καὶ ἐν τοῖς ἔμπροσθεν εἶπον, σὺ δὲ οὐ συνῆκας. Φύσις τοῦ νοεροῦ αὐτοῦ Λόγου φύσις ἐστὶ γεννητικὴ καὶ δημιουργητική· τοῦτο ὥσπερ αὐτοῦ ἢ γέννησις, ἢ φύσις, ἢ ἔθος, ἢ ὃ θέλεις αὐτὸ καλεῖν κάλει, τοῦτο μόνον νοῶν ὅτι τέλειός ἐστιν ἐν τελείῳ, καὶ ἀπὸ τελείου τέλεια ἀγαθὰ ἐργάζεται καὶ δημιουργεῖ καὶ ζωοποιεῖ. Ἐπειδὴ οὖν τοιαύτης ἔχεται φύσεως, καλῶς τοῦτο προσηγόρευται.» Καὶ ὁ αὐτὸς ἐν λόγῳ πρώτῳ τῶν ‘Πρὸς τὸν Τὰτ διεξοδικῶν’ οὕτω λέγει περὶ Θεοῦ· «Ὁ τοῦ δημιουργοῦ Λόγος, ὦ τέκνον, ἀΐδιος, αὐτοκίνητος, ἀναυξής, ἀμείωτος, ἀμετάβλητος, ἄφθαρτος, μόνος, ἀεὶ ἑαυτῷ ὅμοιός ἐστιν, ἴσος δὲ καὶ ὁμαλός, εὐσταθής, εὔτακτος, εἷς ὢν μετὰ τὸν προεγνωσμένον Θεόν»· σημαίνει δέ, οἶμαι, διά γε τουτουὶ τὸν Πατέρα.