Ancient Greek · ~6 min
Book 1
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 1.45
Not analysed yet
Εἷς μὲν οὖν ὅτι Θεὸς κατὰ φύσιν τε καὶ ἀληθῶς ἔστι, παντὸς ἀνωτάτω νοῦ καὶ λόγου, ἀκατάληπτος, ἀνείδεος, ζωοποιός, καὶ παντὸς ἀρχή, ἀγέννητος, ἄφθαρτος, γενεσιουργὸς τῶν ὅλων, μεμαρτύρηται σαφῶς παρά τε τῆς θεοπνεύστου Γραφῆς καὶ διὰ φωνῆς τῶν παρ' αὐτοῖς ποιητῶν καὶ λογογράφων· ὅτι δὲ τὸν ἐξ αὐτοῦ κατὰ φύσιν γεννηθέντα Υἱόν, τὸν δημιουργὸν αὐτοῦ Λόγον, ἐγνώκασι καὶ αὐτοί, δι' ὧν γεγράφασιν ἐπιδείξομεν, παραθέντες τὰς περὶ τούτων χρήσεις. Φησὶ γὰρ ὁ Πορφύριος ἐν τετάρτῳ βιβλίῳ ‘Φιλοσόφου ἱστορίας’—ὡς εἰπόντος Πλάτωνος περὶ τοῦ ἀγαθοῦ οὕτως· «ἀπὸ δὲ τούτου τρόπον τινὰ ἀνθρώποις ἀνεπινόητον νοῦν γενέσθαι τε ὅλον καὶ καθ' ἑαυτὸν ὑφεστῶτα, ἐν ᾧ δὴ τὰ ὄντως ὄντα καὶ ἡ πᾶσα οὐσία τῶν ὄντων»—· «Ὃ δὴ καὶ πρώτως καλὸν καὶ αὐτοκαλὸν παρ' ἑαυτοῦ τῆς καλλονῆς ἔχον τὸ εἶδος, προῆλθε προαιώνιος ἀπ' αἰτίου τοῦ Θεοῦ ὡρμημένος, αὐτογέννητος ὢν καὶ αὐτοπάτωρ. Οὐ γὰρ ἐκείνου κινουμένου πρὸς γένεσιν τὴν τούτου ἡ πρόοδος γέγονεν, ἀλλὰ τούτου παρελθόντος αὐτογόνως ἐκ Θεοῦ, παρελθόντος δὲ οὐκ ἀπ' ἀρχῆς χρονικῆς— οὔπω γὰρ χρόνος ἦν—, ἀλλ' οὐδὲ χρόνου γενομένου πρὸς αὐτόν ἐστί τι ὁ χρόνος· ἄχρονος γὰρ ἀεὶ καὶ μόνος αἰώνιος ὁ νοῦς. Ὥσπερ δὲ ὁ Θεὸς ὁ πρῶτος εἷς καὶ μόνος ἀεί, κἂν ἀπ' αὐτοῦ γένηται τὰ πάντα, τῷ μὴ τούτοις συναριθμεῖσθαι μηδὲ τὴν ἀξίαν αὐτῶν συγκατατάττεσθαι δύνασθαι τῇ ἐκείνου ὑπάρξει, οὕτω καὶ ὁ νοῦς αἰώνιος μόνος καὶ ἀχρόνως ὑποστάς, καὶ τῶν ἐν χρόνῳ αὐτὸς χρόνος ἐστίν, ἐν ταὐτότητι μένων τῆς ἑαυτοῦ αἰωνίας ὑποστάσεως.»