Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.1
Not analysed yet
Τόμος δεύτερος τοῦ αὐτοῦ Οὐδὲν ἀπεικὸς ἐννενοηκότες, μᾶλλον δὲ χρειῶδές τε καὶ ἀναγκαῖον εἶναι νομίσαντες τὸ χρῆναι πρότερον εἰπεῖν τίνες τε πρὸ τίνων γεγόνασι κατὰ χρόνον καὶ μὴν καὶ ὁποίας ἕκαστοι τὰς δόξας περὶ Θεοῦ ἐσχήκασιν, ἀκριβεστάτην αὐτῶν πεποιήμεθα τὴν ἀφήγησιν. Καὶ ἴσως μὲν ἄν τις αἰτιάσαιτο λέγων· «Τί δήποτε τοῖς Χριστιανῶν δόγμασι συνειπεῖν ᾑρημένος, καὶ ταῖς Ἰουλιανοῦ δυσφημίαις ἀνθυπενεγκεῖν τὸν ἐπικρατοῦντα λόγον προθυμούμενος, οὐχὶ ταυτηνὶ βαδίζειν διενοήθης τὴν ὁδόν, παροχετεύων δὲ ὥσπερ τοῦ λόγου τὴν εὐθὺ τοῦ πρέποντος ἰοῦσαν ὁρμήν, γενεαλογίαις σαυτὸν ἐπαφῆκας, καὶ τὰς Ἑβραίων τε καὶ Ἑλλήνων δόξας πολυπραγμονεῖν παρεσκεύασας;» Ἀποσκευασώμεθα δὴ οὖν τὰς ἐπὶ τούτοις αἰτίας, εὐαφόρμως εἰς τοῦτο παρενεγκεῖν τὸν λόγον ἰσχυριζόμενοι. Ἐπειδὴ γὰρ ὁ τὸν βαβυλώνιον ζηλώσας Ῥαψάκην ἀχαλίνῳ γλώττῃ τὴν τοῦ Θεοῦ δόξαν κατακερτομῶν οὐ δέδιε, καὶ τῆς εὐαγοῦς ἡμῶν θρησκείας ἀνοσίως κατακεκραγὼς τῶν παρ' Ἕλλησι σοφῶν διαμνημονεύει συχνῶς, καὶ ἁπάσῃ μὲν εὐφημίᾳ στεφανοῖ τὰς ἐκείνων κακοδοξίας, καταθρασύνεται δὲ τῶν ἱερῶν τῆς Ἐκκλησίας δογμάτων, καὶ τῶν μὲν Μωσέως ἱστοριῶν καταμειδιᾷ, καταγορεύει δὲ καὶ ἁπάντων ἁπαξαπλῶς τῶν ἁγίων, ταύτητοι (καὶ μάλα εἰκότως), ὕλην ὥσπερ τινὰ ταῖς ἀντιλογίαις, προεσωρεύσαμεν τὴν σαφῆ καὶ ἐναργεστάτην ἀπόδειξιν τοῦ καὶ πρεσβυτέραν τῶν παρ' Ἕλλησι σοφῶν τὴν τοῦ παναρίστου Μωσέως γενέσθαι συγγραφήν, καὶ μὴν ὅτι τῆς Χριστιανῶν πίστεως τὴν παράδοσιν κατίδοι τις ἂν ἀσυγκρίτοις ὑπεροχαῖς ἐν ἀμείνοσι τῶν παρ' ἐκείνοις δεδοξασμένων. Ἦν δὲ δὴ οὕτω, καὶ οὐχ ἑτέρως, καὶ τοὺς ἐφεξῆς ἀπαλλάξαι λόγους μακροτέρας ἐκβολῆς, καὶ τοῦ γε δοκεῖν ἔσθ' ὅτε παρακομίζεσθαί ποι μακρὰν τῆς τῶν προκειμένων ἐννοίας. Καὶ τούτων μὲν ἅλις.