Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.2
Not analysed yet
Ἐπ' αὐτὴν δὲ λοιπὸν ἰτέον τὴν ἐκείνου συγγραφήν, ἐκτιθέμενοι δὲ τοὺς στίχους ἐπὶ λέξεως αὐτῆς ἀντεποίσομεν τὰ παρ' ἑαυτῶν ἐν κόσμῳ τῷ δέοντι ταῖς ἐκείνου παραρρήσεσιν, ἀνταναφέρεσθαι δεῖν οὐκ ἀγεννῶς ἐγνωκότες. Ἐπειδὴ δέ, ὡς ἔφην, ἀπύλωτον ἀνοιγνὺς τὸ στόμα πλείστην ὅσην πεποίηται τὴν συκοφαντίαν κατὰ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ καὶ παλιμφήμους ῥίπτει κατ' αὐτοῦ φωνάς, τῶν μὲν τοιούτων οὐ διαμεμνήσομαι, παρελάσας δὲ—καὶ μάλα ἐμφρόνως—τὰ δι' ὧν ἄν τις καταμιαίνοιτο κἂν εἰ μόνον ταῖς αὐτοῦ προσβάλλοι φωναῖς, τοῖς ἀναγκαίοις ἀνταναστήσομαι, φιλοσκώμμονά τε καὶ εἰκαιόμυθον πανταχῇ δεικνύων αὐτόν, καὶ τοῦ δύνασθαί τι τῶν ἀληθῶν εἰπεῖν ὁλοτρόπως ἡμαρτηκότα. Ἰστέον μέντοι κἀκεῖνο· ἐν γὰρ τῷ πρώτῳ λόγῳ διὰ πλείστων μὲν ὅσων ἐννοιῶν ἔρχεται, ἄνω τε καὶ κάτω τὰ αὐτὰ περιστρέφων καὶ ἀνακυκλῶν οὐ παύεται. Καὶ ὅπερ ἂν ἐν ἀρχαῖς εὑρίσκοιτο λέγων, τοῦτο καὶ διὰ μέσου καὶ τοῖς τελευταίοις ἐκτιθείς, τοὺς τῆς ἀντιρρήσεως λόγους ἀποφήνειεν ἂν οὐκ ἐν κόσμῳ τάχα που γεγενημένους· πᾶσα γάρ πως ἀνάγκη τοῖς παρ' αὐτοῦ λεγομένοις φιλονεικεῖν ᾑρημένους οὐχ ἅπαξ ἀλλὰ πλειστάκις περὶ τῶν αὐτῶν ἀειλογοῦντας ὁρᾶσθαι. Διελόντες τοίνυν ἐν τάξει τῇ πρεπωδεστέρᾳ τὸν παρ' αὐτοῦ λόγον, καὶ τὰς ἐν αὐτῷ διανοίας συνενεγκόντες κατ' εἶδος, οὐχ ἑκάστης πλειστάκις, ἀποχρώντως δὲ ἅπαξ καὶ ἐντέχνως ὑπαντήσωμεν. Ἄρχεται τοίνυν τοῦ καθ' ἡμῶν λόγου καί φησιν· ΙΟΥΛΙΑΝΟΣ Καλῶς ἔχειν μοι φαίνεται τὰς αἰτίας ἐκθέσθαι πᾶσιν ἀνθρώποις ὑφ' ὧν ἐπείσθην ὅτι τῶν Γαλιλαίων ἡ σκευωρία πλάσμα ἐστὶν ἀνθρώπων ὑπὸ κακουργίας συντεθέν, ἔχουσα μὲν οὐδὲν θεῖον, ἀποχρησαμένη δὲ τῷ φιλομύθῳ καὶ παιδαριώδει καὶ ἀνοήτῳ τῆς ψυχῆς μορίῳ, τὴν τερατολογίαν εἰς πίστιν ἤγαγεν ἀληθείας. ΚΥΡΙΛΛΟΣ