Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.10
Not analysed yet
Οὐ γάρ που φαίη τις ἂν ὅτι τὴν κατάρρησιν ἀποστήσας καὶ τοῦ χρῆναι συκοφαντεῖν ἑαυτὸν ἀπενεγκὼν ὀρθοῖς κεχρήσεται δικασταῖς τοῖς ἐντευξομένοις, ὡς καὶ ἐθελῆσαι παρ' αὐτῶν τί τὸ ἄμεινον ἢ τί τὸ χεῖρον ἀναμαθεῖν· οἴεται δέ που, κατὰ τὸ εἰκός, οὐχ ἑτέρως τῆς ἐνούσης αὐτῷ δόξης περὶ Θεοῦ ἐπαινέτας ἔσεσθαί τινας εἰ μὴ κακύνοιτο τὰ Χριστιανῶν ἀντιπαραθέσει τῶν ἑλληνικῶν τὴν αἰσχίω ψῆφον ἐφ' ἑαυτοῖς δεχόμενα. Ἀλλ' οὐκ ἂν γένοιτο τοῦτό ποτε παρά γε τοῖς εἰδόσι καὶ τοῦ ψεύδους τὸ ἀδρανὲς καὶ τῆς ἀληθείας τὴν δύναμιν. Πλὴν ἐκεῖνο ἄθρει· νομοθετῶν γὰρ ὥσπερ ἡμῖν τὸ χρῆναι σιγᾶν καὶ τῶν αὐτοῦ διαμεμνῆσθαι μηδενὸς ὅτε τοὺς ὑπέρ γε τῆς ἑαυτῶν θρησκείας ποιούμεθα λόγους, οἷς ἀπέφησεν αὐτὸς ἁλοὺς εὑρίσκεται. Ἐπειδὴ δὲ προσάγει καὶ πεῦσιν, τί δή ποτε τὰ Ἑλλήνων ἀφέντες τοῖς Ἑβραίοις προσκεκλίμεθα, φέρε καὶ ἡμεῖς αὐτῷ τὰ ἴσα λέγωμεν· ‘ἀνθ' ὅτου γὰρ δὴ τὰ Χριστιανῶν ἀφεὶς καὶ τῆς ἀληθείας ἀποδραμὼν τὸ ψεῦδος ἀγαπᾷς, καὶ τὴν οὕτω μυσαρωτάτην ἐθελοθρησκείαν—τὴν τῶν εἰδωλολατρούντων φημί—τῆς ἀκριβοῦς περὶ Θεοῦ δόξης ἀνοητότατα προτιθείς, εἶτα οἴει βεβουλεῦσθαι καλῶς καὶ οὐχὶ δὴ μᾶλλον τὴν ἁπασῶν ἐσχάτην ὑπομεῖναι κακοδοξίαν;’ Εἰ δὲ δὴ βούλοιτο νοεῖν τὴν ἀληθεστάτην αἰτίαν ἐφ' ᾗ τὰ Ἑλλήνων ἀφέντες τὰ παρὰ τοῖς Ἑβραίοις τετιμήκαμεν, τὰ αὐτοῦ λαβόντες φαμέν. Ἔφη γὰρ οὕτως·