Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.11
Not analysed yet
ΙΟΥΛΙΑΝΟΣ Οὐκοῦν Ἕλληνες μὲν τοὺς μύθους ἔπλασαν ὑπὲρ τῶν θεῶν ἀπίστους καὶ τερατώδεις (καταπιεῖν γὰρ ἔφασαν τὸν Κρόνον τοὺς παῖδας, εἶτ' αὖθις ἐμέσαι) καὶ γάμους ἤδη παρανόμους· μητρὶ γὰρ ὁ Ζεὺς ἐμίχθη, καὶ παιδοποιησάμενος ἐξ αὐτῆς, ἔγημε μὲν αὐτὸς τὴν αὑτοῦ θυγατέρα—μᾶλλον δὲ οὐδὲ ἔγημεν αὐτὸς τὴν αὑτοῦ θυγατέρα, ἀλλὰ μιχθεὶς ἁπλῶς ἄλλῳ παρέδωκεν αὐτήν· εἶτα οἱ Διονύσου σπαραγμοὶ καὶ μελῶν κολλήσεις. Τοιαῦτα οἱ μῦθοι τῶν Ἑλλήνων φασί. ΚΥΡΙΛΛΟΣ Ἔχεις ἀποχρῶσαν ἐντεῦθεν τὴν ἀπολογίαν. Ἀλύεις δὴ οὖν ἀνθ' ὅτου καὶ ἡμᾶς εὐθύνειν ἀξιοῖς, ὅτι τὴν οὕτως αἰσχρὰν καὶ ἀπίθανον τῶν Ἑλλήνων εἰκαιομυθίαν μονονουχὶ καὶ διαλακτίσαντες τὴν ἀμείνω ψῆφον τοῖς ἀληθέσι δεδώκαμεν; Μωσῆς μὲν γὰρ ὁ θεσπέσιος, καὶ προσέτι τῶν ἁγίων προφητῶν ὁ χορός, ἀπόστολοί τε καὶ εὐαγγελισταί, τὸν ἕνα καὶ φύσει καὶ ἀληθῶς δοξολογοῦσι Θεόν, διακεῖσθαί τε οὕτω καὶ ἡμᾶς ἀναπείθουσιν, ἀποφέροντες τῶν μύθων καὶ τερατείας ἁπάσης καὶ φρονήματος αἰσχροῦ, καταρρυθμίζοντες δὲ καὶ εἰς ἀξιάγαστον πολιτείαν. Πέπλασται δὲ τῶν παρ' αὐτοῖς οὐδέν, οὔτε μὴν ἀπίθανον ἔχει τῶν ἐννοιῶν τὴν ἀπόδοσιν. Ὅτι γὰρ τοῖς Μωσέως καὶ τοῖς τῶν ἁγίων προφητῶν κηρύγμασι συμβαίνει τὰ καθ' ἡμᾶς, καὶ τῆς εὐαγγελικῆς τε καὶ ἀποστολικῆς διδασκαλίας ἡ δύναμις ταῖς τῶν προλαβόντων ἐννοίαις συμφέρεται, διαδείξει σαφῶς ὁ λόγος ἡμῖν ἐπὶ καιροῦ.