Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.14
Not analysed yet
Ἐγὼ δέ, ὅτι μὲν οὐ μετρίως σοβαρεύεται, κἀν τούτῳ δὴ πάλιν παρήσω λέγειν, ὅτι δὲ εἰκαίαν ἐπὶ ταῖς Ἑλλήνων εὑρεσιεπείαις ἀνασπᾷ τὴν ὀφρύν, ὡς ἂν οἷός τε ὦ πειράσομαι διειπεῖν. Χρῆναι δὲ οἶμαι παραθεῖναι πάλιν ἐκ τῶν παρ' αὐτοῖς βιβλίων ἀπολεξάμενον τὴν ἑκάστου δόξαν, ἣν ἔχειν ἠξίουν περὶ τῆς τοῦ κόσμου κατασκευῆς, εἶτα τὴν Μωσέως κοσμογένειαν ἀνθυπενεγκεῖν· ὀφθήσεται γὰρ οὕτω τοῖς ἐντευξομένοις καὶ τῆς ἐκείνων στενολεσχίας ὁ λῆρος καὶ τῶν Μωσέως γραμμάτων τὸ ἀκραιφνὲς εἰς ἀλήθειαν. Πλούταρχος τοίνυν, ἀνὴρ τῶν παρ' αὐτοῖς οὐκ ἄσημος γεγονώς, ἐν τῷ δευτέρῳ βιβλίῳ τῆς τῶν ‘Φυσικῶν δογμάτων’ συναγωγῆς, οὕτω φησὶ περὶ τοῦ κόσμου· «Πυθαγόρας πρῶτος ὠνόμασε τὴν τῶν ὅλων περιοχὴν ‘κόσμον’ ἐκ τῆς ἐν αὐτῷ τάξεως. Θαλῆς καὶ οἱ ἀπ' αὐτοῦ ἕνα τὸν κόσμον· Δημόκριτος καὶ Ἐπίκουρος καὶ ὁ τούτου καθηγητὴς Μητρόδωρος ἀπείρους κόσμους ἐν τῷ ἀπείρῳ κατὰ πᾶσαν περίστασιν· Ἐμπεδοκλῆς τὸν τοῦ ἡλίου περίδρομον εἶναι περιγραφὴν τοῦ πέρατος τοῦ κόσμου· Σέλευκος ἄπειρον τὸν κόσμον· Διογένης τὸ μὲν πᾶν ἄπειρον, τὸν δὲ κόσμον πεπεράνθαι· οἱ στωϊκοὶ διαφέρειν τὸ πᾶν καὶ τὸ ὅλον· ἅπαν μὲν γὰρ εἶναι τὸ σὺν τῷ κενῷ τῷ ἀπείρῳ, ὅλον δὲ χωρὶς τοῦ κενοῦ τὸν κόσμον· ὥστε τὸ αὐτὸ εἶναι καὶ τὸ ὅλον καὶ τὸν κόσμον.»