Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.13
Not analysed yet
Καίτοι τί δήποτε τὸν τῆς ἁγνείας ἐν τούτοις ὁρίζονται τρόπον; Πάντα μὲν γὰρ γέγονε παρὰ Θεοῦ, καλὰ δὲ πάντως τὰ ἐξ ἀγαθοῦ· καὶ ὁ πάναγνος καὶ ἀβέβηλος τῶν καταμιαίνειν ἡμᾶς εἰωθότων ἐργάσαιτο ἂν οὐδέν. Τί γὰρ καὶ βρῶσις ἐμποιήσειεν ἂν τοῖς μετεσχηκόσιν αὐτῆς; Ἢ καὶ ὁποῖον ἂν αὐτοῖς εἰσφρήσαι τὸν μολυσμόν; Παραιτεῖσθαι δέ, οἶμαι, προσήκει τὰ δι' ὧν ἂν εἰκότως καταμιαίνοιτό τις, δρῷεν δ' ἂν τοῦτο καὶ μάλα γενικῶς οἱ τῆς φαυλότητος τρόποι, μοιχεῖαι, πορνεῖαι, καταλαλιαί, ψευδηγορίαι, συκοφαντίαι, φιλοχρηματίαι, καὶ τὰ λοιπά. Οἱ δὲ τῶν τοιούτων οὐδὲν ὑπολογισάμενοι προσποιοῦνται μὲν ὀλοιγοσιτεῖν, ἔσθ' ὅτε καὶ τῶν ἐδωδίμων ἀποπέμπονταί τινα, δεδίασι δὲ τῶν ἐκτόπων οὐδέν. Καὶ πρός γε δὴ τούτῳ κατευφραίνουσι τὸν ὕπατον Δία, τὰ αὐτοῦ τιμᾶν ᾑρημένοι, καὶ τὰ τῆς Κυπρογενοῦς θεραπεύουσι κράτη. Πλεῖστα μὲν οὖν ὅσα τὰ καθ' ἡμῶν παρ' ἐκείνου· ἀκυρολογεῖ δὲ λίαν καὶ κατὰ τοῦ πανσόφου Μωσέως καὶ τῆς αὐτοῦ συγγραφῆς οὐ μετρίαν ποιεῖται τὴν κατάρρησιν. Φησὶ γὰρ τὸ τῆς κοσμοποιίας συντιθέντα βιβλίον εἰπεῖν μὲν ὅλως τῶν ἀληθῶν οὐδέν, ὕθλους δὲ ἁπλῶς συμφορῆσαι γεγηρακότας, καὶ ἃ μὲν ἦν εἰκὸς τοῦ παντὸς ἀξιῶσαι λόγου, ταῦτα δὴ πάντα ποιήσασθαι παρ' οὐδέν, εἰκῆ δὲ ἁπλῶς ἐρραψῳδηκότα δόξαι τι λέγειν σοφόν τε καὶ ἀξιάκουστον. Τεθαύμακε δὲ τῶν παρ' Ἕλλησι σοφῶν τὰς ἐπὶ τούτῳ δόξας, μάλιστα δὲ τῶν ἄλλων εὐφημίαις καὶ κρότοις τὴν Πλάτωνος στεφανοῖ.