Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.16
Not analysed yet
Ἀκούετε, ὦ ἄνδρες, καὶ συνίετε λοιπὸν πόσος ἐν τούτοις ὁ λῆρος. Ταῖς γὰρ ἀλλήλων ἀντανιστάμενοι δόξαις, τοῦτό τε κἀκεῖνο φύρδην ἁπλῶς καὶ ἀκατασκέπτως κατὰ τὸ ἑκάστῳ δοκοῦν ἐρευγόμενοι, πῶς οὐκ ἂν εἶναι νοοῖντο στοχασταὶ μᾶλλον, καὶ οὐ τῆς ἀληθείας ἐπιστήμονες; Οἱ μὲν γὰρ ἕνα τὸν κόσμον, οἱ δὲ πολλούς, ἕτεροι δὲ γενητόν, εἰσὶ δὲ οἳ τούτοις εἰσάπαν ἀνθεστηκότες καὶ διάφοροι τὰς γνώμας ἄφθαρτόν τε καὶ ἀγένητον εἶναι λέγουσιν αὐτόν· καὶ οἱ μὲν προνοίᾳ Θεοῦ διοικούμενον, οἱ δὲ καὶ προνοίας δίχα καὶ τὴν τῶν στοιχείων εὔτακτον κίνησιν αὐτοματισμοῖς καὶ συμβεβηκόσιν ἐκνενεμήκασι· καὶ οἱ μὲν ἐψυχῶσθαί φασιν αὐτόν, οἱ δὲ οὔτε ἔμψυχον οὔτε νοερόν· καὶ ἁπαξαπλῶς κατίδοι τις ἂν οἰονεὶ μεθύοντα τῇδε κἀκεῖσε διαρριπτούμενον τὸν ἐφ' ἑκάστῳ λόγον αὐτοῖς. Ἐπειδὴ δὲ τὸν Πλάτωνα τῶν ἄλλων ἐκκεκρικὼς ταῖς αὐτοῦ μάλιστα δόξαις ἐμφιλοχωρεῖ, φαίην ἂν ὅτι Πλάτων τε καὶ Πυθαγόρας δοξάζουσι μέν πως ἐπιεικέστερον περί τε Θεοῦ καὶ κόσμου· συνειλόχασι δὲ τὴν εἰς τοῦτο παίδευσιν εἴτουν ἐπιστήμην Αἰγυπτίοις ἐμβεβληκότες, παρ' οἷς δὴ πολὺς ὁ περὶ τοῦ πανσόφου Μωσέως λόγος ἦν καὶ τῶν παρ' αὐτῷ δογμάτων τὸ θαῦμα τετίμητο. Πλὴν αὐτόν τέ φασιν ἑαυτῷ τὸν Πλάτωνα τἀναντία δοξάσαι, καὶ αὐτῷ φοιτήσαντα τὸν Ἀριστοτέλη μὴ τὰ αὐτοῦ μᾶλλον ἑλέσθαι φρονεῖν, ἀντιφέρεσθαι δὲ καὶ ἀντεξάγειν αὐτῷ. Φησὶ γὰρ ὁ Πορφύριος δοξάσαι τὸν Πλάτωνα περὶ οὐρανοῦ, φάναι τε ὅτι τὸ σωματοειδὲς αὐτοῦ συνέστη ἀπὸ τῶν τεσσάρων στοιχείων, ἀλλήλοις ὑπὸ ψυχῆς συμπεφωνηκότων· «Διό, φησί, καὶ νῦν συμμιγὴς μένει καὶ κατὰ τὸ πλεονάζον ὠνόμασται.»