Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.17
Not analysed yet
Ἐτυμολογεῖ δέ, οἶμαι, τοὔνομα καὶ κεκλῆσθαί φησιν ‘οὐρανὸν’ οἷον ὁρατὸν ὄντα τινά, ἵν' ἐκ τοῦ ‘ὁρᾶσθαι’ νοοῖτό τις οὐρανός. Ἀριστοτέλει γε μὴν οὐχ ὧδε ταῦτ' ἔχειν ἐδόκει. Πόθεν; Οὐ γάρ τοί φησι συντεθεῖσθαι τὸν οὐρανόν, οὔτε μὴν ἐκ τεσσάρων εἶναι στοιχείων, ἐπινοεῖ δὲ πέμπτον τι σῶμα τῶν τεσσάρων ἀμέτοχον καὶ ὁλοτρόπως ἠμοιρηκός. Καὶ ὁ μὲν Πλάτων ἔμψυχόν τε τὸν κόσμον φησὶ καὶ ζῷον νοερόν, ἐφίστησι δὲ καὶ πρόνοιαν αὐτῷ· ὁ δ' αὐτοῦ πάλιν φοιτητὴς οὐχ ὧδε πεφρόνηκεν· οὔτε γὰρ ἔμψυχον ὅλον δι' ὅλων οὔτε νοερὸν οὔτε προνοίᾳ διοικούμενον. Καὶ αὖθις ὁ μὲν γενητόν τε καὶ φθαρτὸν τό γε ἧκον εἰς τὴν αὐτοῦ φύσιν διορίζεται, ὁ δὲ οὐδὲ γενητὸν δίδωσιν αὐτὸν ἀλλ' ὡς ἄφθαρτον καὶ ἀγένητον. Καὶ πάλιν ὁ μὲν δὴ δεινὸς καὶ διαβόητος Πλάτων τρεῖς ἀρχὰς εἶναι τοῦ παντὸς διορίζεται, Θεὸν καὶ ὕλην καὶ εἶδος· καὶ Θεὸν μὲν εἶναί φησι τὸν ποιητήν, ὕλην δὲ τὸ ὑποκείμενον, εἶδος δὲ τὸ ἑκάστου τῶν γινομένων παράδειγμα· ἀντανίσταται δὲ πάλιν Ἀριστοτέλης αὐτῷ καὶ οὐ συμβαίνει καθάπαξ· τὸ γὰρ εἶδος ἀρχὴν ἢ φρονεῖν ἢ λέγειν οὐκ ἀξιοῖ, δύο δὲ εἶναί φησι τὰς ἀρχάς, Θεὸν καὶ ὕλην. Τρεῖς δὲ δὴ πάλιν ὁ Πλάτων τὰς τῶν ὅλων ἀρχὰς εἶναι λέγων, Θεόν τε καὶ ὕλην καὶ εἶδος, προσεπάγει καὶ τετάρτην, ἣν δὴ ‘καθόλου ψυχὴν’ ὀνομάζει. Καὶ πρός γε δὴ τούτῳ τὴν ὕλην ἀγένητον εἰπών, καὶ γενητὴν αὐτὴν εἶναί φησι· εἶτα τὸ εἶδος, ὅ τί ποτέ ἐστιν, ὑφεστάναι δοὺς αὐτὸ καθ' ἑαυτό, μάχεται τοῖς ἰδίοις αὐτοῦ εὑρήμασιν· ἔφη γὰρ ἐν τοῖς τοῦ Θεοῦ νοήμασιν ὑπάρχειν αὐτὸ καὶ οὐκ ἰδίαν ὕπαρξιν ἔχειν, ἤγουν οὐσίωσιν.