Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.32
Not analysed yet
Ἰδοὺ δὴ σαφῶς καὶ ὁ κατ' αὐτὸν ‘θεῖός τε καὶ πάνσοφος’ Πλάτων σύμπαντα τὸν κόσμον—ἢ ὅ τί ποτ' ἂν λέγοιτο— γενητόν τε εἶναι καὶ ἀπ' ἀρχῆς τινος ἦρχθαι διαβεβαιοῦται, καὶ μὴν ἁπτόν τε καὶ ὁρατὸν καὶ ἐνσώματον καὶ δοξαστὸν μετ' αἰσθήσεως, καὶ κατά γε τὴν τοῦ Δημιουργοῦ πεποιῆσθαι πρόνοιαν. Ὁ δὲ τῆς Πλάτωνος εὑρησιλογίας εἰς ἅπαν ἀπηρτημένος καὶ τοῖς εἰς λῆξιν ἐπαίνοις αὐτὴν στεφανῶν, ὅτι καὶ πεπλάνηται σὺν αὐτῷ καὶ πεφρόνηκε μὲν τῶν ἀμωμήτων οὐδέν, περιφέρεται δὲ ὥσπερ ἀνέμῳ παντί, σαφηνιοῦμεν οὐκ εἰς μακράν, πάλιν τὰ αὐτοῦ παραθέντες Ἰουλιανοῦ· ἔφη γὰρ οὕτως· ΙΟΥΛΙΑΝΟΣ Ἓν δὲ ἑνὶ παραβάλωμεν μόνον, τίνα καὶ ποδαπὴν ποιεῖται δημιουργίαν ὁ Θεὸς ὁ παρὰ Μωσῇ, καὶ ποδαπὴν ὁ παρὰ Πλάτωνι. «Καὶ εἶπεν ὁ Θεὸς· ‘Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν, καὶ ἀρχέτωσαν τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ τῶν κτηνῶν καὶ πάσης τῆς γῆς καὶ πάντων τῶν ἑρπετῶν τῶν ἑρπόντων ἐπὶ τῆς γῆς.’ Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον, κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν, ἄρσεν καὶ θῆλυ ἐποίησεν αὐτούς, καὶ εὐλόγησεν αὐτοὺς ὁ Θεὸς λέγων· ‘Αὐξάνεσθε καὶ πληθύνεσθε καὶ πληρώσατε τὴν γῆν καὶ κατακυριεύσατε αὐτῆς, καὶ ἄρχετε τῶν ἰχθύων τῆς θαλάσσης καὶ τῶν πετεινῶν τοῦ οὐρανοῦ καὶ πάντων τῶν κτηνῶν καὶ πάσης τῆς γῆς.’»