Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.31
Not analysed yet
Τὸ μὲν οὖν προστάξει Θεοῦ διὰ τοῦ δημιουργοῦ πεποιῆσθαι Λόγου τὰ πάντα πρέποι ἂν ἀνθρώπῳ νοεῖν καὶ ἀληθὲς εἰπεῖν· τὸ δὲ ὅπως ἢ τίνα τρόπον, αὐτὸς ἂν εἰδείη καὶ μόνος. Ὅτι δὲ τῶν γεγονότων ἑκάστῳ τὸ εἶναι τοιῶσδε διανέμει κατ' ἐξουσίαν, καὶ ὁ τῆς ἁπάντων ὑπάρξεως τρόπος αὐτὸν ἔχει τὸν ὁριστὴν, σαφὲς ἂν γένοιτο καὶ δι' ὧν ἔφη Μωσῆς· «Γενηθήτω στερέωμα, καὶ ἐγένετο οὕτως» καὶ· «Συναχθήτω τὸ ὕδωρ εἰς συναγωγὴν μίαν καὶ ὀφθήτω ἡ ξηρά.» Ταῦτα γὰρ δὴ τὴν ἑκάστου τῶν εἰς γένεσιν παρενηνεγμένων ὁρίζει φύσιν. Διαμνημονεύει δὲ καὶ τούτου πάλιν ὁ παρ' αὐτοῖς Τρισμέγιστος Ἑρμῆς· εἰσκεκόμικε γὰρ λέγοντα τὸν Θεὸν τοῖς κτίσμασιν· «Ἀνάγκην δὲ ὑμῖν τοῖς ὑπ' ἐμὲ περιθήσω ταύτην τὴν διὰ τοῦ Λόγου μου ὑμῖν ἐντολὴν δεδομένην· τοῦτον γὰρ νόμον ἔχετε.» Ὡς γὰρ ἔφην ἀρτίως, τῶν γεγονότων ἑκάστῳ φυσικὸν ὡρίσατο νόμον ὁ Δημιουργός, καὶ τοῖς αὐτοῦ νεύμασι τὸ εἶναι τοιῶσδε τυχὸν ἢ μὴ διαλαχόντα φαίνεται. Καὶ ὁ μὲν εἰς εὐθύ τε διήκων καὶ ἀκαπήλευτος λόγος ἔχοι ἂν ὡδί· κατατέθηπε δὲ οὐ μετρίως αὐτὸς τὴν Πλάτωνος δόξαν, καί φησιν· ΙΟΥΛΙΑΝΟΣ Ὅ γε μὴν Πλάτων ἄκουε περὶ τοῦ κόσμου τί φησιν. «Ὁ δὴ πᾶς οὐρανός, ἢ κόσμος—ἢ καὶ ἄλλο τί ποτε ὀνομαζόμενος μάλιστα ἂν δέχοιτο, τοῦτο ἡμῖν ὠνομάσθω—πότερον ἦν ἀεί, γενέσεως ἀρχὴν ἔχων οὐδεμίαν, ἢ γέγονεν, ἀπ' ἀρχῆς τινος ἀρξάμενος; Γέγονεν· ὁρατὸς γὰρ ἁπτός τέ ἐστι, καὶ σῶμα ἔχων· πάντα δὲ τὰ τοιαῦτα αἰσθητά, δόξῃ περίληπτα μετὰ αἰσθήσεως.» Καὶ μεθ' ἕτερα· «Οὕτως οὖν δὴ κατὰ λόγον τὸν εἰκότα δεῖ λέγειν τόνδε τὸν κόσμον ζῷον ἔμψυχον ἔννουν τε τῇ ἀληθείᾳ διὰ τὴν τοῦ Θεοῦ γενέσθαι πρόνοιαν.» ΚΥΡΙΛΛΟΣ