Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.34
Not analysed yet
ΚΥΡΙΛΛΟΣ Διαγελᾷ μὲν οὖν ὁ γενναῖος οὑτοσί, καὶ θρασὺς εἰς λόγους τοὺς καθ' ἡμῶν, τὴν ἀνθρώπου γένεσιν—τὴν διά γε, φημί, τοῦ παναρίστου Μωσέως ἐξηγγελμένην—καὶ σμικρὸν οἴεται τῇ ἀνθρώπου φύσει δεδόσθαι παρὰ Θεοῦ τὸ κατ' εἰκόνα τὴν πρὸς αὐτὸν καὶ ὁμοίωσιν γενέσθαι παρ' αὐτοῦ. Καίτοι πῶς οὐχ ἁπαστισοῦν τῶν εὖ φρονεῖν εἰωθότων συμφήσειεν ἂν ὡς τῶν ὅ τι μάλιστα κατακαλλύνειν εἰδότων τὸ χρῆμά ἐστι; Τί γὰρ ἄμεινον, εἰπέ μοι, τοῦ τὴν θείαν ἡμῖν ὁμοίωσιν ἐνσεσημάνθαι λέγειν; Ἦ γὰρ οὐχὶ τὸ πάντων ἀκρότατόν τε καὶ ἀνωτάτω τὴν θείαν εἶναί φαμεν οὐσίαν, ἀφράστῳ δόξῃ περιαστράπτουσαν, καὶ αὐτόχρημα πᾶν εἶδός τε καὶ κάλλος ὑπάρχον ἀρετῆς; Εἶτα πῶς οὐχ ἅπασιν ἐναργὲς ὅπερ ἔφην; Τί τοίνυν διαγελᾷ τὰ οὕτως ἐξαίρετα, κατασκώπτει δὲ ἀνθ' ὅτου καὶ τό γε δὴ δεῖν ἀρχῇ τετιμῆσθαι τῇ κατὰ πάντων τὸ ἔννουν τε καὶ λογικὸν καὶ θεοειδέστατον τῶν ἐπὶ γῆς ζῴων, φημὶ δὴ τὸν ἄνθρωπον; Καὶ μὴν τοῖς διὰ Μωσέως λόγοις ἡ φύσις αὐτὴ τῶν πραγμάτων ὁμολογεῖ· ἀλλ' οὐδένα μὲν τοῦ εἰκότος ποιεῖται λόγον, ἀπονένευκε δὲ καὶ τοῦτο ἀσχέτως ἐπὶ τὸ χρῆναι μόναις ταῖς τοῦ Πλάτωνος προσκεῖσθαι φωναῖς. Καὶ δὴ καὶ θαυμάσας ἔχει, καὶ τοῦτο ἀκατασκέπτως, τὴν οὐκ οἶδ' ὅπως αὐτῷ πεπλασμένην δημηγορίαν, ἣν δὴ πεποιῆσθαί φησι τὸν τῶν ὅλων Θεὸν πρὸς γενητούς τινας καὶ ψευδωνύμους θεούς.