Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.35
Not analysed yet
Οἶμαι δὲ δεῖν καὶ ἡμᾶς αὐτῷ πρὸς τοῦτο εἰπεῖν. Εἰ μὲν γὰρ ἐν τούτοις ἠθοποιεῖ Πλάτων καὶ κατὰ νόμον τῶν ποιητῶν τῷ προσώπῳ τοῦ Θεοῦ περιτίθησι λόγους οὕσπερ ἂν οἴηται πρέπειν αὐτῷ, διημάρτηκεν οὐ μετρίως τοῦ σκοποῦ, καὶ καταμωμήσαιτ' ἄν τις αὐτὸν προσωποποιεῖν οὐκ εἰδότα καθ' ὃν ἔδει τρόπον. Εἰ δὲ σκήπτεται τὸ θεοκλυτεῖν, χαιρέτω ληρῶν· οὐ γάρ τοι θέμις εἰπεῖν θεοῖς οὐκ ἀληθέσι τῆς ἰδικῶς αὐτῷ τε καὶ μόνῳ πρεπούσης εὐκλείας ἐφεῖναι μεταλαχεῖν τὸν τῶν ὅλων κατεξουσιάζοντα Θεόν. Ἔφη γὰρ ὅτι· «Τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.» Καὶ φέρε διὰ βραχέων τοῖς Πλάτωνος λόγοις ἀντεξάγοντες τὴν ἀλήθειαν ἐκεῖνο λέγωμεν. Συγκεχωρήσθω γάρ, εἰ δοκεῖ, τὰς ἄνω τε καὶ νοερὰς δυνάμεις παρὰ Θεοῦ γενομένας τῇ τοῦ ‘θεοῦ’ τετιμῆσθαι κλήσει· φαμὲν γὰρ εἶναί τινας ἐν οὐρανῷ καὶ ‘θεοὺς’ καὶ ‘κυρίους’ ὠνομασμένους. Ἀλλὰ καὶ ἡμεῖς αὐτοὶ τῇ τοιᾷδε κλήσει κατεστέμμεθα, Θεοῦ λέγοντος πρὸς ἡμᾶς· «Ἐγὼ εἶπα, ‘Θεοί ἐστε, καὶ υἱοὶ Ὑψίστου πάντες.’» Ἀλλ' ἔστι τις ἐν τούτοις ἀναγκαιοτάτη τοῦ πράγματος αἰτία, καὶ τῆς παρὰ Θεοῦ φιλοτιμίας ὁ εἰς ἡμᾶς λόγος ἔχοι ἂν ὀρθῶς ὅ τι μάλιστά γε· ὁ γάρ τοι τῶν ὅλων Δημιουργός, ἐπεί τοι κατ' εἰκόνα καὶ ὁμοίωσιν ἑαυτοῦ τὴν νοεράν τε καὶ λογικὴν εἰργάσατο κτίσιν, ἅτε δὴ καὶ ἀγαθὸς ὑπάρχων, καὶ τῇ τοῦ ‘θεοῦ’ τετίμηκε κλήσει, καὶ τὸ ἀπεικὸς οὐδέν. Εἰθίσμεθα γὰρ καὶ ἡμεῖς αὐτοὶ τὴν ἀνθρώπου φέρε εἰπεῖν εἰκόνα ὁμωνύμως ‘ἄνθρωπον’ ὀνομάζειν.