Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.49
Not analysed yet
Εἶτα πῶς οὐκ ἀποκλήρωσις ἰδικὴ τὸ χρῆμα αὐτῆς, ἀτιμάσαντος ὥσπερ τὰ λοιπὰ τῶν κτισμάτων καὶ τοῖς ἐπιγείοις μονονουχὶ καὶ μακρὰ χαίρειν εἰπόντος αὐτοῦ; Λῆρος δὲ ὅτι ταυτὶ καὶ τῆς ἐσχάτης ἀβελτηρίας ἀνάμεστα προλαβόντες εἰρήκαμεν· πλὴν ἐκεῖνο φραζέτω. Εἰργάσθαι φησὶ τοὺς γεννητοὺς θεοὺς τὰ λοιπὰ τρία γένη· ἆρ' οὖν ἐν αὐτοῖς, ἐξῃρημένων τῶν καθ' ἡμᾶς, οὐ πλείστη τις ὅση διαφορὰ κατὰ τὰ γένη καὶ εἴδη καὶ μεγέθη σωμάτων ὁρᾶται σαφῶς; Ἀπὸ γάρ τοι τῶν ἀνωτάτω καὶ μέχρι τοῦ πάντων εὐτελεστάτου διήκοι ἂν αὐτῶν ἡ γένεσις· καὶ μὴν καὶ περὶ αὐτῶν εἰ δὴ λέγοιτο ταυτὶ τῶν φυτῶν, οὐκ ἂν διαψεύσαιτό τις. Ἆρ' οὖν ἀναλόγως ἑκάστῳ τὸν Δημιουργὸν ἐπιστήσομεν, ἵνα μὴ ὑβρίζηται τὸ ὑπερτεροῦν εἰ καὶ τῶν ὑφιζηκότων ὁ αὐτὸς εἶναι λέγοιτο ποιητής; οὐκοῦν ἕτερος μὲν ὁ ἀνθρώπων—καὶ μάλα εἰκότως—, τόσοι δὲ τῶν ἄλλων, ὅσαπερ ἂν εἶεν τὰ πεποιημένα καὶ μέχρις αὐτῶν καθικνούμενα τῶν ἄγαν εὐτελεστάτων. Ἆρ' οὖν οὐ γέλως, εἰπέ μοι, ταυτί, καὶ τερθρεία λοιπὸν ἀποφέρουσα τοῦ εἰκότος καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν· εἶτα πῶς οὐκ ἂν γένοιτο παντί τῳ σαφές; Ὅτι δὲ σαθραῖς καὶ ἀλλοκότοις ἐφήδεται δόξαις ὁμοῦ τοῖς ἰδίοις καθηγηταῖς, δῆλος ἂν εἴη δήπουθεν· Θεὸν γὰρ εἶναι διϊσχυριζόμενος τὸν οὐρανόν, πάλιν ὦδέ φησι·