Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.48
Not analysed yet
Ἀλλ' ὄκνῳ τάχα πού φησιν αὐτὸν κεκρατῆσθαι Πλάτων, ἤγουν, ὡς ἔφην, διεφθονηκέναι τοῦ κρείττονος τοῖς ἐπὶ τῆς γῆς· καὶ θαυμαστὸν οὐδέν, ὅτε καὶ αὐτοῦ τοῦ δημιουργοῦντος Θεοῦ προαναθεὶς τἀγαθὸν αὐτὸ μὲν ἀκίνητον, ἀτρεμοῦν, εὐσταθὲς καὶ ἀφεστηκὸς τοῦ καὶ χρῆναι καὶ θέλειν ἐργάσασθαί τι τῶν εἰς ὕπαρξιν παρενηνεγμένων φησί, κατοκνῆσαν δὲ ὥσπερ πρὸς ταῦτα νεῖμαι τὸ δημιουργεῖν τῷ ἀπ' αὐτοῦ τε καὶ μετ' αὐτὸν δευτέρῳ θεῷ. Ἀλλ' ἰδοὺ καὶ αὐτῷ προσκαθίστησιν ἑτέρους, τοὺς ἰσουργεῖν εἰδότας, ἵνα μηδὲν ἐν αὐτῷ φαίνηται τὸ ὑπερτεροῦν. Ἐπειδὴ δὲ σοφὸν οἴεταί τι καὶ ἀκριβὲς εἰπεῖν ὡς, εἰ νοοῖτο τῶν ὅλων εἷς τε καὶ μόνος ὁ Δημιουργός, οὐρανὸς μὲν ἀνθρώπου κατ' οὐδένα διοίσει τρόπον καὶ μὴν καὶ θηρίου καὶ τῶν ἐν θαλάσσῃ διανήχεσθαι πεφυκότων καὶ μέντοι καὶ ἑρπετῶν, ταύτητοι χρῆναι καὶ ἀναλόγως ἔχοντα τοῖς ἑκάστου μέτροις τῶν πεποιημένων εἰσκομίζεσθαι τὸν Δημιουργόν, φέρε καὶ πρὸς τοῦτο λέγωμεν αὐτῷ· Καίτοι τί τὸ ἀνθεστηκὸς ἢ μαχόμενον ταῖς ὀρθῶς ἐχούσαις ἐννοίαις, εἴπερ τις ἕλοιτο λέγειν ἑνὸς τὰ πάντα Δημιουργοῦ; Ἆρα γὰρ ἡ τοῖς τοσοῦτον ὑπερκειμένοις ἀρκέσασα δύναμις ὡς πρός γε τὰ μείω διαρκέσειεν ἥκιστά γε; Ἢ τοῦτο μὲν οὐδαμῶς, τὸ δὲ ὑπερκεῖσθαι καὶ προὔχειν τοῖς ὅ τι μάλιστα διενεγκοῦσι τῶν ἄλλων εἴη ἂν ἐκεῖνο καὶ μόνον τὸ τῆς παρὰ Θεοῦ λαχεῖν αὐτουργίας;