Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.51
Not analysed yet
ΚΥΡΙΛΛΟΣ Ὅτι μὲν οὖν παραπαίοντος οἱ λόγοι, καὶ τῶν εἰς ἀλήθειαν ἐννοιῶν ὁλοτρόπως ἠμοιρηκότος, οὐκ ἀσυμφανές. Ἐπειδὴ δὲ ἀποχρήσειν αὐτῷ πρὸς ἀπόδειξιν οὐκ οἶδ' ὅπως ὑπείληφε τοῦ Θεὸν εἶναι τὸν οὐρανὸν τὸ τὰς χεῖρας αἴρειν ὑψοῦ καὶ μέντοι τοὺς ὀφθαλμοὺς τοὺς εὔχεσθαι διανοουμένους, φέρε πρὸς τοῦτο λέγωμεν αὐτῷ. Ἆρ' οὖν, εἰπέ μοι, κἂν εἴ τῳ νεφέλας καταθρῆσαι δοκοίη, πέμποι δὲ καὶ αὐτὸς ἄνω καὶ ἐπ' αὐταῖς τὸν τοῦ σώματος ὀφθαλμόν, ἀρκέσειεν ἂν εἰς πληροφορίαν τὸ χρῆμα αὐτῷ τοῦ χρῆναι θεὰς καὶ αὐτὰς ὁμολογεῖν; Εἶτα πῶς οὐκ ἂν εἴη γελᾶσθαι πρέπων ὁ ψυχραῖς οὕτως ἐννοίαις εἰς ἀπάτην συνηρπασμένος; Ἐπειδὴ δέ, φησίν, ἐξ ὧν εἶναι πέφυκεν ὁ οὐρανὸς εἰκότως τεθαύμασται καὶ ὑπείληπται παρὰ τοῖς πολλοῖς καὶ ‘Θεὸς’ ὑπάρχειν καὶ ‘Θεοῦ θρόνος’, διδασκέτω παρελθὼν εἰ ταὐτὸν εἶναι νενόμικε καὶ ἐν ἴσῳ τίθησι μέτρῳ τὰ ἐπ' ἀμφοῖν· ἀλλ' οὐκ ἂν οἰηθείην πώποτε πρὸς τοῦτο αὐτὸν ἀποπληξίας ἐλθεῖν ὡς κατ' οὐδένα τρόπον διαφέρειν οἴεσθαι τὸ εἶναι Θεὸν καὶ θρόνον αὐτοῦ. Ὅτι μὲν γὰρ οὐχ ὡς ἐν αἰσθήσει τῇ καθ' ἡμᾶς οὔτε μὴν ὡς ἐπὶ σωμάτων νοοῖτ' ἂν εἰκότως τὰ περὶ Θεοῦ, κἂν εἰ λέγοιτο τυχὸν ἧττον ἢ χρῆν, ἐνδοιάσαι τις ἂν ἥκιστά γε. ‘Θρόνος’ οὖν εἰ λέγοιτο ‘Θεοῦ’, τὴν ὑπ' αὐτῷ βασιλείαν κατασημήνειεν ἄν, καθάπερ ἀμέλει καὶ ἐφ' ἡμῶν ἀληθὲς εἰπεῖν ὡς εἴη ‘τοῦ δεῖνος λαμπρὸς καὶ ὑπερφερὴς ὁ θρόνος’, τουτέστιν ἡ ‘ἀρχὴ’ καὶ ἡ ‘βασιλεία’.