Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.52
Not analysed yet
Εἶτα πῶς ἰσομοιρήσειεν ἂν τῷ κρατοῦντι τὸ κρατούμενον, τῇ τῶν κρατουμένων μικροπρεπείᾳ τὸ ἄρχον αὐτῶν, τοῖς ὑπεζευγμένοις τὸ ὑπερτεροῦν, τῷ πλεονεκτοῦντι τὸ μειονεκτούμενον; Πῶς οὖν ἄρα καὶ τίνα τρόπον ἢ Θεὸν εἶναί φησιν ἢ Θεοῦ θρόνον τὸν οὐρανόν; Ἀλλὰ «Ναί, φησίν, εὔτακτον γὰρ καὶ ἐναρμόνιον καὶ ἐμμελῆ ποιεῖται τὴν κίνησιν, ὡρισμένους δὲ φωτισμοὺς ἥλιός τε καὶ σελήνη ποιεῖσθαι πεφύκασιν, ἄστρων τε ἀνατολαὶ καὶ δύσεις καὶ περιφοραὶ καὶ δρόμοι καὶ αἱ κατὰ τόπους κινήσεις αἱ αὐταὶ καὶ ἀπαραλλάκτως καὶ ἐν καιρῷ παντί.» Εἶτα πῶς οὐ πάνυ σοφὸς ἦν ὁ θεσπέσιος Παῦλος, ὡς ἀπό γε τῶν τοιούτων τὸν ἡγεμόνα καταδεικνύς, καὶ τῆς εὐταξίας τῇ κτίσει τὸν πρύτανιν, τὸν τοῖς ὑπ' αὐτοῦ γεγονόσι θεσμοθετοῦντα θεοπρεπῶς τὸ ὅπως ἂν ἕκαστον δεήσῃ, καὶ τὴν οὕτω πολλὴν καὶ ἀμέτρητον δημιουργίαν οὐκ ἀνεπιστάτητον ἀποφήναντα, δι' ὧν εὖ ἔχει καὶ θαυμάζεται; Φησὶ γάρ· «Τὰ γὰρ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται, ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θειότης.» Ἐδόκει δὲ ταῦτα καὶ φρονεῖν καὶ λέγειν καὶ τοῖς αὐτοῦ γεγονόσι καθηγηταῖς· ἔφη τοίνυν Πλούταρχος περὶ αὐτῶν, ὡς ἤδη φθάσαντες εἴπομεν· «Ἔλαβον δὲ ἐκ τούτων ἔννοιαν Θεοῦ· ἀεί τε γὰρ ἥλιος καὶ σελήνη καὶ τὰ λοιπὰ τῶν ἄστρων τὴν ὑπόγειον ἐνεχθέντα ὅμοια μὲν ἀνατέλλει τοῖς χρώμασιν, ἴσα δὲ τοῖς μεγέθεσιν, καὶ κατὰ τόπους τοὺς αὐτούς.»