Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.54
Not analysed yet
Πῶς δὲ καὶ ἀθάνατον φύσει τὸ γενέσει καὶ φθορᾷ τυραννούμενον; Πῶς δὲ καὶ ἀΐδιον τὸ ἐν χρόνῳ παρενεχθέν; Καίτοι φησὶν ἐναργῶς ὁ Πλάτων ὅτι «χρόνος γέγονε μετ' οὐρανοῦ, ἵνα ἅμα γενηθέντες ἅμα καὶ λυθῶσιν, ἄνπερ ἄρα λύσις αὐτῶν γίνηται». Πῶς οὖν τὸ λυόμενον ἀθάνατον φύσει; Πῶς δὲ καὶ ἀνώλεθρον τὸ ἐν μόνῃ θελήσει τοῦ Δημιουργοῦ λαχὸν τὸ μὴ φθείρεσθαι; Οὐ γάρ τοι φύσις ἐν τούτοις τὸ ἀκράδαντον ἔχει, οὔτε μὴν τὸ ἐνηρεῖσθαι καλῶς ἐν οἷς ἕκαστον εἶναι πέφυκεν ἴδιον αὐτοῖς· ἐπικουρεῖται δὲ μᾶλλον πρὸς τοῦτο τοῖς τοῦ διακρατοῦντος νεύμασιν. Εἶτά φησιν ὅτι «παρὰ ψυχῆς κρείττονος καὶ θειοτέρας ἐνοικούσης αὐτῷ φέρεται κύκλῳ περὶ τὸν μέγαν Δημιουργόν, ἢ πρὸς αὐτοῦ τοῦ Θεοῦ τὴν κίνησιν ἔχει, ὥσπερ, οἶμαι, τὰ ἡμέτερα σώματα». Ἀλλ', ὦ πανάριστε—φαίην ἄν—ὁ ἀγένητος κατὰ σέ, καὶ ἄφθαρτος καὶ ἀνώλεθρος, ὁ ἄτρεπτός τε καὶ ἀναλλοίωτος οὐρανός, ὁ πάσης καθαρεύων κηλίδος, ὃν δὴ φῂς καὶ ἀΐδιον, παρὰ ποίας κρείττονος ἢ θειοτέρας διοικεῖται ψυχῆς; Τί τὸ ἄμεινον ἐν αὐτῇ παρ' ἐκεῖνον, μᾶλλον δὲ τοῦ δημιουργήσαντος Θεοῦ; Τί τὸ μέγα καὶ ἐξαίρετον, ἐννοεῖν οὐκ ἔχω. Οἶμαι γὰρ ἔγωγε τῆς ἀνωτάτω δόξης τὴν ἀπόρρητον τοῦ Θεοῦ μεμεστῶσθαι φύσιν. Εἰ δὴ λέγοιτο πρὸς ἡμῶν ἄφθαρτός τε εἶναι καὶ ἀνώλεθρος, ἀλλοιώσεως ἐπέκεινα καὶ τροπῆς, ἀγένητος, ἀΐδιος, κηλίδος ἁπάσης ἀπηλλαγμένη, τὸ παντέλειον ἔχουσα καὶ παντὸς ὁτουοῦν ἀπροσδεής, εἶτα τί τετήρηκας αὐτῇ, τοῖς οὕτω λαμπροῖς καὶ ὑπερφερέσιν ἀξιώμασι τὴν τῶν ποιημάτων κατασεμνύνων φύσιν;