Ancient Greek · ~6 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.53
Not analysed yet
Οὐκοῦν οἱ μὲν πάλαι καὶ τῶν αὐτοῦ δογμάτων εὑρεταὶ γεγονότες οὐκ εἰς ἔννοιαν ἦλθον οὐρανοῦ τὸν ἡλίου δρόμον θαυμάσαντες, τεθεαμένοι δὲ καὶ τὴν ἄλλην ἅπασαν κτίσιν εὔτακτόν τε καὶ ἐναρμόνιον καὶ οὐκ ἐκμελῆ λαχοῦσαν τὴν κίνησιν· κατετεκμήραντο δὲ μᾶλλον τῆς τοῦ κρατοῦντος ἰσχύος, καὶ τὴν εὐκλεᾶ καὶ ὑπερηρμένην αὐτοῦ συνῆκαν ἀρχήν· ὁ δέ, πρὸς πᾶν τοὐναντίον, καὶ τὴν ἐπ' αὐτῷ δὲ τούτῳ μεθίστησι δόξαν, «οὐδὲν ὑπομείνας τῶν ἀτάκτων, λέγων, ὁ οὐρανὸς ἐμμελῆ ποιεῖται τὴν τάξιν». Εἶτα τίς ὁ τάξιν αὐτῷ καὶ τὴν ἐμμελῆ κίνησιν ὁρισάμενος; Τίς ὁ τοῖς τῆς σελήνης φωτισμοῖς τοὺς ἑκάστῳ πρέποντας ἀπονείμας καιρούς; Τίς ὁ μέτροις ὑποθεὶς τὸν ἡλίου δρόμον; Ἆρ' οὖν οὐχ εἷς ἁπάντων ὁ ταξίαρχος, ὡς ἔφην; Τί οὖν ἀποφέρεις τῶν ἀληθεστέρων ἐννοιῶν οὐκ εἰς θεοπτίαν κελεύων τοὺς ταῦτα θαυμάζοντας, ἀλλ' εἴς γε μόνον τὸ εἰδέναι τὸν οὐρανὸν ὅτι τε εἴη Θεός, ‘ἀλλοιώσεώς τε καὶ τρόπων ἐκτὸς ἱστάμενος καὶ μεταβολῆς ἁπάσης, καθαρεύων δὲ καὶ φθορᾶς καὶ γενέσεως, ἀθάνατός τε ὑπάρχων φύσει καὶ ἀνώλεθρος’. Πῶς, εἰπέ μοι, τροπῆς τε καὶ ἀλλοιώσεως καὶ μεταβολῆς ἀμοιρῆσαι φῂς τὸν γενητὸν οὐρανόν; Εἰ γὰρ γέγονεν ὅλως, καὶ κεκίνηται, τροπὴ δὲ τοῦτο καὶ μετάστασις, προανακειμένου καθάπερ ἐν τάξει στερήσεως τοῦ μὴ εἶναί ποτε. Εἰ γὰρ ἐκ τοῦ μὴ ὄντος τὸ γεγονός, ἀλλοίωσις καὶ τροπὴ νοοῖτ' ἂν αὐτῷ τὸ κεκλῆσθαι πρὸς γένεσιν, τὸ δὲ ὅτι γέγονεν ὡμολογημένον, πῶς ἂν ἔξω γεγονὸς εἴη φθορᾶς;