Ancient Greek · ~4 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.8
Not analysed yet
Εἰ μὲν οὖν ἀφέντες τὸ χρῆναι τοῖς σοῖς ἀντιφέρεσθαι λόγοις ἐπί γε τὸ δεῖν τῶν ἑλληνικῶν διαμεμνῆσθαι μόνων παρατετράμμεθα, φαίην ἂν ὅτι καλῶς καὶ οὐκ ἔξω τοῦ εἰκότος ὁ ἐπ' αὐτῷ δὴ τούτῳ πεποίηται λόγος αὐτῷ· ἀπολογουμένοις δὲ καὶ ὑπαντᾶν ἐθέλουσι πρὸς πᾶν ὁτιοῦν τῶν παρ' αὐτοῦ λεγομένων πῶς ἂν ἔτι δικαίως ἐπιτιμήσειεν, εἰ τοῖς ἑαυτῶν συνειπεῖν ᾑρημένοι καὶ τῆς Ἑλλήνων δυσσεβείας τὸ αἶσχος ἀπογυμνοῦν σπουδάζομεν; Ὥσπερ γὰρ τῶν χρωμάτων ἐν τοῖς ἑτεροειδέσι τὴν ὄψιν ἐκφανεστέραν ἔστιν ἰδεῖν («Τὸ γὰρ φῶς ἐν τῇ σκοτίᾳ φαίνει», φησί), κατὰ τὸν αὐτόν, οἶμαι, τουτονὶ τρόπον καὶ τὰ ἐμπεφυκότα κάλλη ταῖς ἀρεταῖς ταῖς τῶν ἀμαθεστέρων διανοίαις γένοιτ' ἂν οὐχ ἑτέρως ἐμφανῆ πλὴν ὅτι διὰ μόνης τῆς τῶν ἐναντίων αἰσχρότητος. Ἀναπείθει γὰρ τοῖς ἀμείνοσι τὴν τοῦ χρῆναι νικᾶν ἀπονέμειν ψῆφον τὸ τῆς φαυλότητος ἀκαλλές· διὰ τοῦτο καὶ μάλα εἰκότως δέδιε μὲν τὰ οἰκεῖα καὶ εἰς μέσον ἥκειν οὐκ ἐᾷ τὰ ἐφ' οἷς αἰσχύνεται, σιωπᾶν δὲ κελεύει καὶ τοῦτο εὐθυνομένους, αἰτιᾶται δὲ καὶ καθ' ἑτέρους τρόπους ἡμᾶς οὕτω λέγων·