Ancient Greek · ~5 min
Book 2
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 2.7
Not analysed yet
Μέλλων δὲ ὑπὲρ τῶν παρ' αὐτοῖς λεγομένων δογμάτων ἁπάντων ποιεῖσθαι τὸν λόγον, ἐκεῖνο βούλομαι πρῶτον εἰπεῖν ὅτι χρὴ τοὺς ἐντυγχάνοντας, εἴπερ ἀντιλέγειν ἐθέλοιεν, ὥσπερ ἐν δικαστηρίῳ μηδὲν ἔξωθεν πολυπραγμονεῖν, μηδὲ τὸ λεγόμενον ἀντικατηγορεῖν, ἕως ἂν ὑπὲρ τῶν πρώτων ἀπολογήσωνται· ἄμεινον μὲν οὕτω καὶ σαφέστερον ἰδίαν μὲν ἐνστήσασθαι πραγματείαν ὅταν τι τῶν παρ' ἡμῖν εὐθύνειν θέλωσιν, ἐν οἷς δὲ πρὸς τὰς παρ' ἡμῶν εὐθύνας ἀπολογοῦνται μηδὲ ἀντικατηγορεῖν. ΚΥΡΙΛΛΟΣ Ἄγλωττον οὖν, εἰπέ μοι, τὸν παρὰ σοῦ διωκόμενον εἶναι χρή, καὶ σιωπῶντα κελεύεις ἁλῶναι τὸν φεύγοντα, καὶ οὐδενὸς τὸ παράπαν τῶν σῶν διαμνημονεύσαντα διακυροῦν ἑλέσθαι καθ' ἑαυτοῦ τὴν γραφήν; Καίτοι τὸ μὴ βούλεσθαί τι λέγειν ἡμᾶς τῶν σῶν δεδιότος ἐστὶ τὸν ἔλεγχον καὶ τῆς ἐν αὐτοῖς αἰσχρότητος οὐκ ἠγνοηκότος τὸ ἀτερπές. Εἰ μὲν οὖν αὐτὸς τῆς Χριστιανῶν καταγορεύων θρησκείας οὐκ ἐπαίνου παντὸς ἀξιοῖ, καὶ ταῖς ἀνωτάτω τιμαῖς στεφανοῖ τὴν Ἑλλήνων δεισιδαιμονίαν, ἀνταπαιτείτω τὸ ἴσον· εἰ δὲ δὴ τοῖς καθ' ἡμῶν ἐναβρύνεται λόγοις καὶ τὴν ἀμείνω δόξαν ἀνάπτει ταῖς ἑαυτοῦ δυσβουλίαις, τὰ Ἑλλήνων ἀντιπαραθεὶς ὡς προὔχοντα, πῶς ἡμᾶς σιωπᾶν ἀξιοῖ, μεμνῆσθαι δὲ ὅλως τῶν παρ' αὐτοῖς μηδενός, ὅτε τοῖς ἰδίοις δόγμασι συναγορεύειν ἐθέλοντες τοὺς ἐπ' αὐτῷ δὴ τούτῳ ποιούμεθα λόγους;