Ancient Greek · ~4 min
Book prol
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 5
Not analysed yet
Ἐπειδὴ δὲ πλεῖστοί τινες τῶν δεισιδαιμόνων, τοῖς τὰ Χριστοῦ φρονοῦσι περιτυγχάνοντες, ἄνω τε καὶ κάτω κατονειδίζουσι, τὰς ἐκείνου καθ' ἡμῶν προβαλλόμενοι συγγραφάς, φάσκοντες ἀπρόσβλητον αὐτὰς ἔχειν τὴν δείνωσιν, καὶ οὐδένα πώποτε τῶν παρ' ἡμῖν διδασκάλων ἢ ἀντειπεῖν ἰσχύσαι ἤγουν ἀνατρέψαι τὰ αὐτοῦ, προτρεψάντων εἰς τοῦτο πολλῶν καὶ δὴ καὶ θαρσήσας λέγοντι τῷ Θεῷ καὶ νῦν· «Πορεύου, καὶ ἐγὼ ἀνοίξω τὸ στόμα σου», καθῆκα μὲν ἐμαυτὸν ἐπί γε τὸ δεῖν κατασπάσαι μὲν ὀφρὺν ἑλληνικὴν κατὰ τῆς τοῦ Χριστοῦ δόξης ἐπαιρομένην, ἐπαμῦναι δὲ ὡς ἔνι τοῖς ἠπατημένοις καὶ πεπλανημένον ἀποφῆναι καὶ τὰς θείας οὐκ εἰδότα Γραφὰς τὸν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ κατηγορευκότα. Ἀνατέθεικα δὲ τοὺς ὑπὲρ τούτου λόγους τῇ φιλοχρίστῳ καὶ εὐαγεστάτῃ ὑμῶν κορυφῇ, ἣν ἀεὶ φυλάττοι Θεὸς ἐν ἀκλονήτοις εὐθυμίαις κατευμεγεθοῦσαν ἐχθρῶν, καὶ πάντας ἔχουσαν ὑπὸ πόδας, καὶ εἰς παῖδας παίδων παραπέμπουσαν τὴν εὐαγῆ βασιλείαν, κατανεύοντος τοῦ Χριστοῦ, δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας, ἀμήν.