Ancient Greek · ~5 min
Book prol
Cyrillus Theol., Contra Julianum (lib. 1-2) 4
Not analysed yet
Ἀλλ' οὐκ οἶδ' ὅπως ἄνδρες αὐτῷ μιαροί τε καὶ δεισιδαίμονες γεγονότες γνώριμοι τοὺς ὑπέρ γε τῆς ἀποστασία καθῆκαν λόγους, εἶτα σύνοπλον εἰς τοῦτο λαβόντες τὸν Σατανᾶν παρεκόμισαν εἰς τὰ Ἑλλήνων ἔθη καὶ λάτριν ἀπέφηναν δαιμονίων ἀκαθάρτων τὸν ἐν ἁγίαις ἐκκλησίαις καὶ μοναστηρίοις ἐντεθραμμένον· «φθείρουσι γὰρ ἤθη χρηστὰ ὁμιλίαι κακαί», καθά φησιν ὁ πάνσοφος Παῦλος. Χρῆναι δέ φημι τοὺς ἑδραῖον ἔχειν ἐθέλοντας φρόνημα καὶ τῆς ὀρθῆς πίστεως τὴν παράδοσιν καθάπερ τινὰ μαργαρίτην τηροῦντας εἰς νοῦν μηδεμίαν διδόναι παρείσδυσιν ἤγουν παρρησίας τόπον τοῖς ἐθέλουσι δεισιδαιμονεῖν· γέγραπται γάρ· «Μετὰ ὁσίου ὅσιος ἔσῃ, καὶ μετὰ ἀνδρὸς ἀθῴου ἀθῷος ἔσῃ, καὶ μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ, καὶ μετὰ στρεβλοῦ διαστρέψεις.» Ἔχων τοίνυν εὐφυᾶ τὴν γλῶτταν ὁ κράτιστος Ἰουλιανὸς κατέθηξεν αὐτὴν τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ· καὶ δὴ καὶ τρία συγγέγραφε βιβλία κατὰ τῶν ἁγίων εὐαγγελίων καὶ κατὰ τῆς εὐαγοῦς τῶν Χριστιανῶν θρησκείας, κατασείει δὲ δι' αὐτῶν πολλούς, καὶ ἠδίκηκεν οὐ μετρίως. Οἱ μὲν ἐλαφροί τε καὶ εὐπάροιστοι πίπτουσι ῥᾳδίως εἰς τὰ αὐτοῦ καὶ γλυκὺ τοῖς δαιμονίοις γίνονται θήραμα· θορυβοῦνται δέ πως ἔσθ' ὅτε καὶ οἱ βεβηκότες ἐν πίστει· νομίζουσι γὰρ αὐτὸν τὰς ἱερὰς καὶ θείας εἰδέναι Γραφάς, ἐπείπερ ἐξ αὐτῶν τοῖς ἰδίοις λόγοις παμπόλλους ἐπισωρεύει τὰς μαρτυρίας, καίτοι μὴ εἰδὼς ἃ λέγει.