Ancient Greek · ~7 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Book 0
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 0.Τὰ κεφάλαια τῆς πραγματείας
Not analysed yet
α ́ Περὶ τῆς εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπῆς καὶ αἰχμαλωσίας τῆς εἰς ἁμαρτίαν καὶ ὁμοῦ περὶ κλήσεως καὶ ἐπιστροφῆς τῆς κατὰ μετάγνωσιν καὶ τῆς εἰς τὸ ἄμεινον ἀναδρομῆς. β ́ Ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ. γ ́ Ἔτι ὅτι ἀμήχανον διαφυγεῖν τὸν ἐξ ἁμαρτίας θάνατον καὶ τὴν τοῦ διαβόλου πλεονεξίαν, εἰ μὴ δι’ ἁγιασμοῦ τοῦ κατὰ Χριστόν. καὶ ὅτι οὐκ ἐν νόμῳ ἡ δικαίωσις, ἀλλ’ ἐν Χριστῷ. δ ́ Ὅτι τὸν κεκλημένον εἰς δικαίωσιν παρὰ θεοῦ καὶ λελυτρωμένον αὐτῷ κατακολουθεῖν χρὴ καὶ παραιτεῖσθαι μὲν τὸν εἰς φαυλότητα μαλακισμόν, ζῇν δὲ μᾶλλον ἐπείγεσθαι συννόμως καὶ νεανικῶς. ε ́ Ἔτι περὶ ἀνδρείας τῆς ἐν Χριστῷ. Ϛ ́ Ὅτι χρὴ θεῷ τῷ κατὰ φύσιν ἡμᾶς προσκεῖσθαι μόνῳ καὶ ἀγαπᾶν αὐτὸν ἐξ ὅλης ψυχῆς καὶ καρδίας. ζ ́ Περὶ τῆς εἰς ἀδελφοὺς ἀγάπης. η ́ Ἔτι περὶ ἀγάπης τῆς εἰς ἀδελφοὺς καὶ κατὰ τοῦ κλέπτοντος μόσχον ἢ πρόβατον. θ ́ Περὶ τῆς ἐν πνεύματι καὶ ἀληθείᾳ προσκυνήσεως καὶ περὶ τῆς ἁγίας σκηνῆς, ὅτι τύπος ἦν τῆς ἐν Χριστῷ ἐκκλησίας. ι ́ Περὶ τῶν ἐν τῇ ἁγίᾳ σκηνῇ. ια ́ Περὶ ἱερωσύνης, καὶ ὅτι τύπος ἦν ἡ κατὰ νόμον τῆς ἐν Χριστῷ. ιβ ́ Περὶ ἱερωσύνης. ιγ ́ Ἔτι περὶ ἱερωσύνης. ιδ ́ Ὅτι χρὴ τοὺς φοιτᾶν ἐθέλοντας ἐν ἐκκλη σίαις καθαροὺς καὶ ἐκνενιμμένους εἶναι τὴν ἐξ ἁμαρτίας κηλῖδα, καὶ οὕτω παρίστασθαι τῷ θεῷ. ιε ́ Ὅτι χρὴ καθαροὺς καὶ ἐκνενιμμένους τὴν ἁμαρτίαν παρίστασθαι τῷ θεῷ. καὶ ὅτι ἐν Χριστῷ πάλιν ἡμῖν ἡ κάθαρσις. ιϚ ́ Ὅτι χρὴ προσάγειν ἡμᾶς θυσίας πνευματικὰς καὶ δωροφορίας θεῷ. ιζ ́ Περὶ ἑορτῶν ἁγίων.