Ancient Greek · ~18 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 1.1
Not analysed yet
Α. Ποῖ δὴ καὶ πόθεν ἔρεσθαι μὲν δὴ περιττὸν οἶμαί που. φαίης γὰρ ἄν, εὖ οἶδ’, ὅτι μελλήσας οὐδὲν ὡς οἴκοθέν τε καὶ ὡς ἡμᾶς. Β. Ἀληθές. Α. Δέλτιον δὲ δή σοι τουτὶ τὸ ἐν χεροῖν ὅτι; Β. Βίβλος εὐαγγελικὴ Ματθαίου τε καὶ Ἰωάννου συγγραφή. Α. Οἴει δὲ αὐτὴν ὅποι τε καὶ ὅτῳ διακομίζεσθαι δεῖν; οὐ γάρ που θυραῖός γε ἰὼν ἐκμελετῴης ἄν, ὦ Παλλάδιε. πόνοι δὲ μᾶλλον οἱ ἐπὶ τῷδε γλυκεῖς οἴκοι τε καὶ ἐν σχολῇ. Β. Εὖ λέγεις· περιτευξόμενος δὲ ἀφῖγμαί σοι καὶ δέλτον ἄγω τὴν ἱεράν· μυρία γὰρ ὅσα πεπονηκὼς οὐδὲν ὅτι μᾶλλον ἔχω νοεῖν, τί ἂν βούλοιτο δηλοῦν ὁ κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐν μὲν τῷ Ματθαίῳ λέγων· μὴ νομίσητε, ὅτι ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας. οὐκ ἦλθον καταλῦσαι, ἀλλὰ πληρῶσαι. ἀμὴν γὰρ λέγω ὑμῖν· ἕως ἂν παρέλθῃ ὁ οὐρανὸς καὶ ἡ γῆ, ἰῶτα ἓν ἢ μία κεραία οὐ μὴ παρέλθῃ ἀπὸ τοῦ νόμου, ἕως ἂν πάντα γένηται. Ἐν δέ γε τῇ κατὰ τὸν Ἰωάννην συγγραφῇ πρὸς τὴν ἐκ τῆς Σαμαρείας γυναῖκα· πίστευέ μοι, γύναι, ὅτι ἔρχεται ὥρα, ὅτε οὔτε ἐν τῷ ὄρει τούτῳ οὔτε ἐν Ἱεροσολύμοις προσκυνήσετε τῷ πατρί. ὑμεῖς προσκυνεῖτε, ὃ οὐκ οἴδατε· ἡμεῖς προσκυνοῦμεν, ὃ οἴδαμεν, ὅτι ἡ σωτηρία ἐκ τῶν Ἰουδαίων ἐστίν. ἀλλ' ἔρχεται ὥρα καὶ νῦν ἐστιν, ὅτε οἱ ἀληθινοὶ προσκυνηταὶ προσκυνήσουσι τῷ πατρὶ ἐν πνεύματι καὶ ἀληθείᾳ. καὶ γὰρ ὁ πατὴρ τοιούτους ζητεῖ τοὺς προσκυνοῦντας αὐτόν. πνεῦμα ὁ θεός, καὶ τοὺς προσκυνοῦντας αὐτὸν ἐν πνεύματι καὶ ἀληθείᾳ δεῖ προσκυνεῖν. Α. Εἶτα τί τὸ ἄναντες εἶναί σοι δοκοῦν ὡς ἔν γε δὴ τούτοις; τί δὲ δὴ τὸ βαθὺ καὶ δυσέφικτον; ἐρομένῳ φράσον. Β. Ἐθῶν μὲν γὰρ τῶν ἀρχαιοτέρων ἀποφοιτᾶν καὶ τῆς ἐν νόμῳ δικαιοσύνης καταλῆξαι δεῖν ἱερὸς ἡμῖν ἐπιτάττει λόγος. ἔφη γὰρ ὁ Παῦλος τοῖς ταύτης ἐφιεμένοις καὶ μετὰ τὴν πίστιν· κατηργήθητε ἀπὸ τοῦ Χριστοῦ, οἵτινες ἐν νόμῳ δικαιοῦσθε, τῆς χάριτος ἐξεπέσατε. ἡμεῖς γὰρ πνεύματι ἐκ πίστεως ἐλπίδα δικαιοσύνης ἀπεκδεχόμεθα. πολιτείας δὲ τῆς κατὰ τὸν νόμον καίτοι λαμπρὰ καὶ μεγάλα δεικνύων ἡμῖν ἐφ’ ἑαυτῷ τὰ αὐχήματα πάλιν φησίν· ἅτινα ἦν μοι κέρδη, ταῦτα ἥγημαι διὰ τὸν Χριστὸν ζημίαν. ἀλλὰ μὲν οὖν γε καὶ ἡγοῦμαι τὰ πάντα ζημίαν εἶναι διὰ τὸ ὑπερέχον τῆς γνώσεως τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι’ ὃν τὰ πάντα ἐζημιώθην καὶ ἡγοῦμαι σκύβαλα εἶναι, ἵνα Χριστὸν κερδήσω καὶ εὑρεθῶ ἐν αὐτῷ μὴ ἔχων ἐμὴν δικαιοσύνην τὴν ἐκ νόμου, ἀλλὰ τὴν διὰ πίστεως Χριστοῦ τὴν ἐκ θεοῦ δικαιοσύνην. οὐκ ἀμώμητον δὲ εἶναι τὴν ἀρχαίαν ἐντολὴν διεβεβαιοῦτο σαφῶς. ταύτῃτοί φησι καὶ ἀντ’ ἐκείνης ἡμῖν εἰσκεκομίσθαι χρησίμως τὴν διὰ Χριστοῦ καὶ νέαν, τοῦτ’ ἔστι τὴν εὐαγγελικήν. γράφει δὲ οὕτως· ἀθέτησις μὲν γὰρ γίνεται προαγούσης ἐντολῆς διὰ τὸ αὐτῆς ἀσθενὲς καὶ ἀνωφελές. οὐδὲν γὰρ ἐτελείωσεν ὁ νόμος, ἐπεισαγωγὴ δὲ κρείττονος ἐλπίδος, δι’ ἧς ἐγγίζομεν τῷ θεῷ. καὶ πάλιν· εἰ γὰρ ἡ πρώτη ἐκείνη ἦν ἄμεμπτος, οὐκ ἂν δευτέρας ἐζητεῖτο τόπος. μεμφόμενος γὰρ αὐτοὺς λέγει· ἰδοὺ ἡμέραι ἔρχονται, λέγει κύριος, καὶ συντελέσω ἐπὶ τὸν οἶκον Ἰσραὴλ καὶ ἐπὶ τὸν οἶκον Ἰούδα διαθήκην καινήν, οὐ κατὰ τὴν διαθήκην, ἣν ἐποίησα τοῖς πατράσιν αὐτῶν ἐν ἡμέρᾳ ἐπιλαβομένου μου τῆς χειρὸς αὐτῶν ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου, ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ διαθήκῃ μου κἀγὼ ἠμέλησα αὐτῶν, λέγει κύριος. ὅτι αὕτη ἡ διαθήκη, ἣν διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ μετὰ τὰς ἡμέρας ταύτας, λέγει κύριος διδοὺς νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρδίαν αὐτῶν ἐπιγράψω αὐτούς. ἐξόχως δὲ λίαν τὸ τῆς καινότητος ὄνομα συνείς τε καὶ ἑρμηνεύων· ἐν δὲ τῷ λέγειν, φησί, καινὴν πεπαλαίωκε τὴν πρώτην· τὸ γὰρ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Εἰ τοίνυν τετελείωκε μὲν ὁ νόμος οὐδέν, ἀθέτησις δὲ τῆς ἀρχαίας γέγονεν ἐντολῆς καὶ τῆς δευτέρας ἐπεισφορὰ προσοικειούσης ἡμᾶς τῷ θεῷ, τί δὴ ἄρα φησὶν ὁ σωτήρ· οὐκ ἦλθον καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι; καὶ ὅτι προσήκει προσκυνεῖν ἡμᾶς ἐν πνεύματι καὶ ἀληθείᾳ τῷ θεῷ καὶ πατρί; δηλοῖ γάρ, οἶμαι, τουτὶ τὸ ἀποπαύσασθαι δεῖν ἡμᾶς ἐθῶν καὶ λατρείας τῆς κατὰ τὸν νόμον. Α. Ὡς εἰς πλατὺ ζητημάτων ἐξοίχῃ πέλαγος. ποῖος γὰρ ἂν ἀρκέσειε νοῦς τοῖς οὕτω λεπτοῖς θεωρήμασιν ἐνατενίσαι λαμπρῶς ὡς τοῖς πάλαι τεθεσπισμένοις διὰ τοῦ πανσόφου Μωσέως ἀδελφὴν οἷάπερ καὶ γείτονα καὶ διὰ τῶν αὐτῶν ἰοῦσαν πραγμάτων τὴν νέαν ἡμῖν ἐπιδεῖξαι γραφὴν καὶ τῆς νομικῆς πολιτείας οὐ σφόδρα διῳκισμένην τὴν ἐν Χριστῷ ζωήν, εἰ πρὸς θεωρίαν ἄγοιτο πνευματικὴν τὰ τοῖς ἀρχαίοις διωρισμένα; τύπος γὰρ ὁ νόμος καὶ σκιὰ καὶ τῆς εὐσεβείας ἡ μόρφωσις ὡς ἐν ὠδῖσιν ἔτι καὶ κεκρυμμένον ἐν ἑαυτῇ τὸ τῆς ἀληθείας ἔχουσα κάλλος. ἢ οὐχ ὧδε ἔχειν ὅπερ ἔφην ἐρεῖς;