Ancient Greek · ~30 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 13.1
Not analysed yet
Α. Εὖ ἔφης· τουτὶ γὰρ ἡμῖν ὁ λόγος εὖ μάλα καταδηλοῖ, θαυμάσειας δ’ ἂν ἔτι καὶ τόδε. Β. Τὸ τί; Α. Ὁ μὲν γὰρ μακάριος ἄγγελος ἀμελητί τε καὶ ἀμεταστρεπτὶ διαθέοντα τὸν θεσπέσιον Λὼτ χρῆναι δεῖν ἔφασκεν εἰς τὸ ὄρος ἀναπηδᾶν. ὃ δὲ ἐλιπάρει λέγων· δέομαι, κύριε, ἐπειδὴ εὗρεν ὁ παῖς σου ἔλεος ἐναντίον σου, καὶ ἐμεγάλυνας τὴν δικαιοσύνην σου, ὃ ποιεῖς ἐπ’ ἐμὲ τοῦ ζῇν τὴν ψυχήν μου· ἐγὼ δὲ οὐ δυνήσομαι διασωθῆναι εἰς τὸ ὄρος, μὴ καταλάβῃ με τὰ κακὰ καὶ ἀποθάνω. ἰδού, ἡ πόλις αὕτη ἐγγὺς τοῦ καταφυγεῖν με ἐκεῖ, ἥ ἐστι μικρά, ἐκεῖ σωθήσομαι. οὐ μικρά ἐστι, καὶ ζήσεται ἡ ψυχή μου; καὶ εἰπὼν αὐτῷ φησίν· ἰδού, ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ, οὐ γὰρ δυνήσομαι ποιῆσαι πρᾶγμα ἕως τοῦ σὲ εἰσελθεῖν ἐκεῖ. διὰ τοῦτο ἐκάλεσε τὸ ὄνομα τῆς πόλεως ἐκείνης Σηγώρ. ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς τὴν Σηγώρ. Β. Καὶ τίς ἂν γένοιτο καὶ διὰ τούτων ἡμῖν ἡ ὄνησις, ἐθέλοιμ’ ἄν, ὡς εὖ ἴσθι τοι, διαμαθεῖν. Α. Ἢ οὐχὶ συνίης, καίτοι πολὺ νενευκὼς εἰς τὸ λίαν εὐμαθές, ὅτι τοῖς ἄρτι φαυλότητος ἐκδεδραμηκόσι, χρῆναι δὲ δεῖν οἰομένοις ἐπὶ τὴν τῆς σωτηρίας ἵεσθαι τρίβον, οὐκ εὐθὺς οὔτε μὴν ἐκ πρώτων ἐγχειρημάτων ἁλώσιμος ἡ ἀρετὴ καὶ βάσιμον τὸ δοκοῦν; ἀλλ’ οὐδ’ ἂν εὐκόλως ἀνακομίζοιτο τις εἰς πολιτείαν ἐξῃρημένην οὐδ’ ἂν γένοιτο μακρὰν τῶν οἱονεί πως αὐτῷ συντεθραμμένων παθῶν, ἀλλ’ ἔξω μὲν ἔσται τῶν τοιούτων ἠρέμα, τό γε ὅσον εἰς προθυμίας τὰς ἐπ’ ἀμείνοσι καὶ ἐγχειρημάτων ἀρχάς, ὑψοῦ δὲ οὐ λίαν ἢ μακράν· μονονουχὶ δὲ μεταφοιτήσειεν εἰς γῆν μὲν ὥσπερ εἰς ἑτέραν, εἰς ζωὴν μὲν ἐπαινουμένην, ὑψηλὴν δὲ οὔπω καὶ περίοπτον λαχοῦσαν τὴν δόξαν, ὁποία τις ἦν ἡ κατὰ νόμον παιδαγωγία πρὸς ἀρχὰς ἀναφέρουσα ζωῆς ἀρίστης τε καὶ ἀγαθῆς. γέγραπται γάρ· ἀρχὴ ὁδοῦ ἀγαθῆς τὸ ποιεῖν τὰ δίκαια. ὃνπερ γὰρ τρόπον τοῖς περὶ γνῶσιν ἐσπουδακόσι καὶ θεωρίας ἐφιεμένοις τῆς μυστικῆς, ἐπιτήδειος μὲν ἐν ἀρχαῖς καὶ ὅτι μάλιστα πρέπων εἴη ἂν ὁ τῆς κατηχήσεως λόγος· διᾴττουσι δὲ πρὸς ἄνδρα τέλειον ἤδη καὶ εἰς μέτρον ἡλικίας τοῦ πληρώματος τοῦ Χριστοῦ, ἁρμόσειεν ἂν ἤδη πως ἡ στερεωτέρα τροφή, τοῦτ’ἔστιν ὁ περὶ τῶν ἀνωτάτω λόγος οἶμός τε ἅπασα λοιπὸν ἐρεύνης δογματικῆς· οὕτω κἀνθάδε φημί, τοῦτ’ ἔστιν ἐν ταῖς τῶν ἠθῶν καὶ τρόπων ἐπανορθώσεσι οὐκ ἂν εἴη τῶν ἐνδεχομένων εὐθὺς ἀναθρώσκειν δύνασθαί τινας ἐπὶ τὸ ἀμωμήτως ἔχον, ἤγουν εἰς ὑπερφυᾶ καὶ ὑπέρλοφον πολιτείαν. προσήκοι δ’ ἄν, οἶμαι, κατὰ βραχὺ πρὸς τὴν ἀρτίως ἔχουσαν ἕξιν ἐκ μικρῶν καὶ συμμέτρων ἀρξάμενος καὶ μονονουχὶ προειστρέχων καθάπερ εἰς πόλιν μικρὰν καὶ ὄρους ὑψηλοῦ γείτονα τὴν τῆς ἐξαιρέτου καὶ ἀνῳκισμένης ζωῆς ὑποκαθημένην τε καὶ ἐν μείοσι πολιτείαν. ταύτῃτοι καὶ ὁ δίκαιος Λὼτ τύπος ἂν εἴη τῶν τῇδε διακειμένων οὐκ εἰς τὸ ὄρος εὐθύς, ἀλλ’ ἐν πόλει Σηγὼρ τῇ μικρᾷ καταλύσειν ἀξιῶν. Ἢ γὰρ οὐχὶ καὶ ἐν τοῖς εὐαγγελικοῖς κηρύγμασι τοιαύτας πολλάκις τὰς οἰκονομίας εὑρήσομεν ἐν τοῖς πιστεύουσι γεγενημένας; καὶ γοῦν ὁ μακάριος Παῦλος ἐπιστέλλει λέγων· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· διὰ δὲ τὰς πορνείας ἕκαστος τὴν ἑαυτοῦ γυναῖκα ἐχέτω, καὶ ἑκάστη τὸν ἴδιον ἄνδρα ἐχέτω. τοῦτο δὲ λέγω κατὰ συγγνώμην, οὐκ ἐπιταγήν. θέλω γὰρ πάντας ἀνθρώπους εἶναι ὡς καὶ ἐμαυτόν. ἀλλ’ ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. ὁρᾷς, ὅπως τῆς ἐγκρατείας τὸ εἰς ἄγαν ὑπερφερὲς καθάπερ ὄρος ἡμῖν ὑπέδειξε λέγων· καλὸν ἀνθρώπῳ γυναικὸς μὴ ἅπτεσθαι· ἐφῆκε δὲ ἡμᾶς καταλῦσαι εἰς Σηγώρ, τοῦτ’ ἔστιν εἰς τὴν ὑποκαθημένην ἔτι τοῦ τελείως ἔχοντος ἀγωγὴν τό τε ἐξεῖναί φημι μόνῃ τῇ ἰδίᾳ συμπλέκεσθαι γυναικί; γῆν δὲ τὴν ἀρίστην καρποὺς ἀποδώσειν ἔφασκεν ὁ σωτήρ, τὴν μὲν ἑκατόν, τὴν δὲ ἑξήκοντα, τὴν δὲ τριάκοντα. διεδίδου δὲ καὶ τὸ τάλαντον οὐκ ἐν ἴσῳ μέτρῳ, ἀλλὰ τῷ μὲν πέντε, τῷ δὲ δύο, τῷ δὲ ἕν· τό, οἶμαι, τῶν ἕξεων ἀνισοσθενὲς διὰ τούτων δεικνὺς ἑκάστῳ τε διανέμων ὡς ἂν ἐπιτηδειότητος ἔχοι καὶ γνώμης. ὡς γὰρ ἔφαμεν ἀρτίως, ἕκαστος ἴδιον ἔχει χάρισμα ἐκ θεοῦ, ὁ μὲν οὕτως, ὁ δὲ οὕτως. Β. Εὖ λέγεις. Α. Ἐφίησι μὲν ὁ μακάριος ἄγγελος καταλύσειν εἰς Σηγώρ. ἰδοὺ γάρ, φησίν, ἐθαύμασά σου τὸ πρόσωπον καὶ ἐπὶ τῷ ῥήματι τούτῳ τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. σπεῦσον οὖν τοῦ σωθῆναι ἐκεῖ. εἶτά φησιν, ὅτι ὁ ἥλιος ἐξῆλθεν ἐπὶ τὴν γῆν καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. θαυμάσαις δ’ ἄν, ὦ ἑταῖρε, τίς ἂν γένοιτο μαθὼν καὶ τούτων ὁ νοῦς, ἐθαύμασα γάρ σου, φησί, τὸ πρόσωπόν σου τοῦ μὴ καταστρέψαι τὴν πόλιν, περὶ ἧς ἐλάλησας. ἀνεθέλητος μὲν γὰρ τῷ θεῷ κατὰ τὸ ἀληθὲς ἡ τελείως οὐκ ἔχουσα πρὸς ἀρετὴν πολιτεία καὶ τὸ κατά τι γοῦν ὅλως ἡττᾶσθαι τῶν παθῶν ἀπόβλητόν τε αὐτῷ καὶ κατακρίσεως οὐ μακράν. πλὴν ἐφίησιν ἐκ φιλανθρωπίας καὶ συμμετρήσας τῇ φύσει τὸ ἐν ἀρχαῖς ἐφικτὸν σώζεσθαι κελεύει καὶ μελετῶντας ἔτι τὸ ἀγαθὸν οὔπω τε τὴν ὑπαίτιον κομιδῇ διαστείχοντας ἀγωγήν. ἀλλὰ καὶ τοῖς εἰς τοῦτο ἥκουσι μέτρων καὶ εἰς ταυτηνί τε εἰσελαύνουσι τὴν κατάστασιν οὐ δίχα φωτὸς τοῦ θείου καὶ δᾳδουχίας τῆς ἄνωθεν ἡ εἰσδρομὴ γένοιτ’ ἄν. ἀνέτειλε γάρ, φησίν, ὁ ἥλιος καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγώρ. Β. Ὡς σφόδρα γε τὰ εἰκότα ἔφης. Α. Ὁ μὲν οὖν θεσπέσιος Λὼτ εἰς τὴν ἔτι μικρὰν εἰσέθει πόλιν ἐφιέντος αὐτῷ τοῦ θεοῦ· ἠλέγχετο δὲ καὶ πρὸς τοῦτο ἀσθενὴς ἡ ἑπομένη τε αὐτῷ καὶ συνεκθέουσα γυνή. ἐπέβλεψε γάρ, φησίν, εἰς τὰ ὀπίσω καὶ ἐγένετο στήλη ἁλός. θέα δή, ὅτι νοῦς μὲν ὁ ἀνδρεῖος καὶ φρόνημα τὸ νεανικόν, κἂν εἰ μὴ τελείως ἀφικνοῖτο τυχὸν εἰς τὸ ἀρέσκον θεῷ κατορθοῦν ἠργμένος τὴν ἀρετήν, ἀλλ’ οὖν ἔξεισι παθῶν πρόεισι τε κατὰ βραχὺ πρὸς τὸ ἀμεινόνως ἔχον. ὁ δὲ ἀσθενής τε καὶ ἄνανδρος, οὗ σημεῖον ἡ γυνή, ταῖς εἰς φαυλότητα μετατροπαῖς ἀχρειοῦται παντελῶς. τουτὶ γὰρ οἶμαι δηλοῦν τὸ γενέσθαι στήλη ἁλός, ὅπερ ἂν εἴη σύμβολον ἀπομωρανθείσης φρενὸς καὶ νοῦ πρὸς ἠλιθιότητα μεταφοιτᾶν ἡρημένου καὶ εἰς ἐσχάτην ἤδη πως ἀναισθησίαν ἐξεσκληκότος. ἀπομωρανθὲν δὲ τὸ ἅλας εἰς οὐδὲν ἰσχύσειν ἔτι καὶ αὐτὸς ἔφασκεν ὁ σωτήρ, ἀχρειωθήσεσθαι δὲ παντελῶς ἔξω τε πεμπόμενον καὶ ὑπὸ πόδας ἀνθρώπων διερριμμένον. Ἀπελιθοῦτο μὲν οὖν ἡ γυνή, προσετίθει δὲ οὐκ εἰς μακρὰν τὸ λεῖπον ὁ Λώτ. γέγραπται γάρ, ὅτι ἀνέβη Λὼτ ἐκ Σηγὼρ καὶ ἐκάθητο ἐν τῷ ὄρει, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ. ἐφοβήθησαν γὰρ κατοικῆσαι ἐν Σηγὼρ καὶ ᾤκησαν ἐν τῷ σπηλαίῳ, αὐτὸς καὶ αἱ δύο θυγατέρες αὐτοῦ μετ’ αὐτοῦ. πρόεισι γὰρ ὥσπερ δι’ ἀναβαθμῶν ὁ νοῦς ἐπὶ τὸ ἔχον ἀρτίως καὶ ἀναθρώσκει κατὰ βραχὺ πρὸς ὅπερ ἦν ἐν ἀρχαῖς οὐκ ἐπιτηδείως ἔχων οὔτε λίαν ἱκανῶς, πρόεισί τε καὶ ἀναφοιτᾷ πρὸς τὸ ἄμεινον, φρονήσει τε καὶ ἀνδρείᾳ τῇ πνευματικῇ καθάπερ τισὶν ἰδίαις θυγατράσιν ἐπισκηπτόμενος καὶ κάτω που μένειν ἀφεὶς τὸ ἡδυπαθές τε καὶ ἄνανδρον, ὧν εἰς τύπον ἡ γυνή. κατοικεῖ δὲ λοιπὸν καθάπερ ἐν ὄρει τε καὶ ἐν σπηλαίῳ, τοῦ μὲν ὄρους ἡμῖν τὸ ὑψηλόν τε καὶ ἐπηρμένον εἰς εὐεξίαν τὴν πνευματικήν, τοῦ δὲ σπηλαίου τὸ πεπηγὸς καὶ ἑδραῖον τῆς εἰς ἀρετὴν διαμονῆς ὑποδηλούντων εὖ μάλα. γέγραπται γὰρ ὡδὶ περὶ ἀνδρῶν ἀγαθῶν· πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα, ἵνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμούς, ἵνα μὴ ἴδῃ ἀδικίαν, οὗτος οἰ κήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ἰσχυρᾶς. εἴη δ’ ἂν καὶ ἑτέρως οὐκ ἀπίθανος ἡμῖν ὁ ἐπὶ τῷδε λόγος. πέτρα μὲν γὰρ ὁ Χριστὸς διὰ τὸ εὐσθενές τε καὶ ἄτρωτον τῆς ἀνωτάτω πασῶν οὐσίας. σπήλαιον δὲ τὸ ἐν Χριστῷ νοοῖτ’ ἂν ἡ ἐκκλησία τὸ τῶν ἁγίων κατάλυμα, τῶν εὐσεβούντων ἡ σκέπη, ἣν κατοικοῦσι δίκαιοι, καὶ μὴν ὅσοι τὴν διὰ πυρὸς παραιτοῦνται δίκην.