Ancient Greek · ~13 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 12.1
Not analysed yet
Β. Συνίης εὖ μάλα. τὰ δὲ ἐφεξῆς περιαθρῶμεν, εἰ δοκεῖ. Α. Ἀοκνότατά γε καὶ δὴ ἐρῶ. καὶ ἐγένετο, φησίν, ἡνίκα ἐξήγαγον αὐτὸν ἔξω καὶ εἶπαν· σῶζε τὴν σεαυτοῦ ψυχήν, μὴ περιβλέψῃ εἰς τὰ ὀπίσω μηδὲ στῇς ἐν πάσῃ τῇ περιχώρῳ· εἰς τὸ ὄρος σώζου, μή ποτε συμπαραληφθῇς. ἐνμὲν οὖν τῷ σῶζε τὴν σεαυτοῦ ψυχὴν φημὶ δὴ λέγεσθαι σαφῶς τὸ σεαυτὸν ἁγνὸν τήρει· καὶ μὴ κοινώνει ἁμαρτίαις ἀλλοτρίαις. καὶ ἀμείνων ἔσο τῶν ἐν κόσμῳ παραποδισμάτων· ψυχῆς γὰρ ἀντάλλαγμα τὸ σύμπαν οὐδέν. τί γὰρ ὠφεληθήσεται ἄνθρωπος, ὅταν τὸν κόσμον ὅλον κερδήσῃ, τὴν δὲ ψυχὴν αὐτοῦ ζημιωθῇ; Τὸ δὲ δὴ χρῆναι λέγειν ἀμεταστρεπτὶ ποιεῖσθαι τὴν βάδισιν σημαίνει που τάχα τὸ μὴ ταῖς εἰς φαυλότητα μεταστροφαῖς τὰ ἴσα φρονεῖν ἑλέσθαι πάλιν τοῖς ὑπὸ δίκην τὴν πυρὸς ἐξ ἀκρασίας ἐνηνεγμένοις· οὐδείς, γάρ φησι, τὴν χεῖρα βαλὼν ἐπ’ ἄροτρον καὶ στραφεὶς εἰς τὰ ὀπίσω εὔθετός ἐστιν ἐν τῇ βασιλείᾳ τῶν οὐρανῶν· ἔχεσθαι δὲ δεῖ τῆς εἰς σωτηρίαν ὁδοῦ μὴ τῇδε κἀκεῖσε περισπωμένους καὶ φαντασίαις ἑώλοις κοσμικῶν ἐπιθυμιῶν ἐλαφρὸν καὶ εὐδιαρρίπιστον ἐνιέντας τὸν νοῦν, ἀλλ’ ἐντελῆ τε καὶ ἄϋπνον καὶ εἰς εὐθὺ βλέπειν ἀεὶ μεμελετηκότα τηροῦντας ἐν ἑαυτοῖς. Καὶ τὸ ἔτι μεῖζον ἐρῶ· φησὶ γὰρ ὁ ἄγγελος οὐχ, ὅτι χρὴ ἤδη μόνον αὐτὸν ἀμεταστρεπτὶ ποιεῖσθαι τὴν βάδισιν, προσετίθει δὲ χρησίμως τὸ μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ. εἰς τὸ ὄρος σώζου, μήποτε συμπαραληφθῇς. Β. Καὶ τί ἂν βούλοιτο δηλοῦν τὸ μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ; Α. Τὸ οἶμαι νωθρόν τε καὶ ἀδρανὲς εἰς τὸ δεῖν ἐξίπτασθαι τοῦ κακοῦ σφαλερόν τε καὶ ἐπιζήμιον. Β. Φράσον ὅπως. Α. Προφητικὸς ἔφη λόγος· οὐαί, οἱ ποιοῦντες τὸ ἔργον κυρίου ἀμελῶς. τρέχετε δὲ ἵνα καταλάβητε καὶ αὐτός πού φησιν ὁ θεσπέσιος Παῦλος. τὸ γάρ τοι μὴ δρᾶν ἐθέλειν εὐσθενέστατά τε καὶ ἐν σπουδῇ τὴν ἐκ τῶν αἰσχιόνων ἀποδρομὴν δυσαποσπάστως ἔχοντος πρὸς τὰ ἀρχαῖα τοῦ νοῦ καὶ οἱονεὶ στυγνῶς ἀφ’ ἑκάστου τῶν φαύλων ἀπαίροντος δυσοκνότατα τε μεθορμιζομένου πρὸς τὸ πεφυκὸς ὠφελεῖν εἴη ἂν ἕτερον οὐδὲν ἢ τὸ στῆναι λοιπὸν ἐν περιχώρῳ κακίας, καίτοι δρομαίως ἐξιέναι δέον. εἴη γὰρ ἂν τῶν ἐνδεχομένων πρὶν ὁρῶν ἔξω γενέσθαι κακοῦ μέλλοντας τε καὶ ἀναδυομένους ἀεὶ καταληφθῆναι τῇ δίκῃ πρὶν ἀποκαθήρασθαι τὴν κηλίδα, πρὶν ἀποπλύνασθαι τὸν ἐκ τῆς ἀρχαίας ῥᾳθυμίας ἐντετηκότα τῇ ψυχῇ μολυσμόν, πρὶν ἀποφορτίσασθαι τὰ ἐγκλήματα καὶ ζυγὸν ὑποδραμεῖν τὸν σωτήριον, ἀναπαύσασθαι διὰ Χριστοῦ. ἄριστον οὖν παρακέλευσμα τὸ μὴ στῇς ἐν πάσῃ τῇ περιχώρῳ, τοῦτ’ ἔστιν· ἐν μηδενὶ τρόπῳ φαυλότητος διαμελλήσας ἁλῷς, ἄνιθι δὲ μᾶλλον οἷάπερ εἰς ὄρος εἰς ἐξῃρημένην τινὰ καὶ περίοπτον ζωὴν οὐδὲν ἔχουσαν τὸ χαμαιρριφές, ἀλλ’ ἐν ὑψηλῇ τε καὶ ἐπηρμένῃ διαπρέπουσαν ἀρετῇ καὶ ἀπηλλαγμένῃ φρονήματος τοῦ χθαμαλωτάτου, τοῦτ’ ἔστι τοῦ ἐπιγείου καὶ σαρκικοῦ. γέγραπται γάρ, ὅτι τοῦ θεοῦ οἱ κραταιοὶ τῆς γῆς σφόδρα ἐπήρθησαν. ἀνωτάτω γὰρ τῶν ἐπιγείων τὸ ἁγιοπρεπές ἐστι φρόνημα. καὶ νεοττοὶ γυπὸς τὰ ὑψηλὰ πέτονται κατὰ τὸ γεγραμμένον, εἴπερ ἔχουσι καθάπερ εἰς ὄρος ἐν οὐρανῷ τὸ πολίτευμα καὶ μεταποιοῦνται πατρίδος τῆς ἄνω. γράφει δέ που καὶ Παῦλος· τὰ ἄνω ζητεῖτε, μὴ τὰ ἐπὶ τῆς γῆς. Β. Ὄρος οὖν ἄρα τὸ νοητὸν ἡ ἐν ἁγιασμῷ ζωὴ καὶ τῆς ἐξαιρέτου πολιτείας τὸ ὑπερτενὲς νοουμένης που κάτω τῆς ἐν ἀκαθαρσίαις καὶ φιλαμαρτήμονος καὶ τοῖς ἐπιγείοις ἐντετηγμένης.