Ancient Greek · ~12 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 15.1
Not analysed yet
Α. Ἴδοις δ’ ἂν τὸ χρῆμα ἡμῖν οὐχ ἑτέρως ἔχον καὶ τὰ ἐπὶ τοῖς υἱοῖς Ἰσραὴλ γεγονότα κατὰ καιροὺς εὖ μάλα διασκοπούμενος· οὓς ἐπείπερ εἷλον οἱ Αἰγύπτιοι λιμοῦ κατωθήσαντος ἐν ἀρχαῖς καὶ τοὺς ἄνωθέν τε καὶ ἐκ ῥίζης ἁγίων καὶ ἐλευθέρους εἰς ἀδόκητόν τε καὶ ἀμελέτητον αὐτοῖς καταζευγνύντες θητείαν, ἀγρίως κατεβιάζοντο τῆς ἐπ’ αὐτοῖς ὠμότητος τοιάνδε τινὰ συνθέντες τὴν ἀφορμήν. ἀνέστη γάρ, φησί, βασιλεὺς ἕτερος ἐπ’ Αἴγυπτον, ὃς οὐκ ᾔδει τὸν Ἰωσήφ. εἶπε δὲ τῷ γένει αὐτοῦ· ἰδοὺ τὸ ἐθνος τῶν υἱῶν Ἰσραὴλ μέγα πλῆθος καὶ ἰσχύει ὑπὲρ ἡμᾶς, δεῦτε κατασοφισώμεθα αὐτούς, μήποτε πληθυνθῇ, καὶ ἡνίκα ἐὰν συμβῇ πόλεμος, προστεθήσονται καὶ οὗτοι πρὸς τοὺς ὑπεναντίους καὶ ἐκπολεμήσαντες ἡμᾶς, ἐξελεύσονται ἐκ τῆς γῆς. ἐλύπει γάρ, οἶμαι, τὸν τῆς Αἰγυπτίων ἐξάρχοντα γῆς τὸ κἂν γοῦν ἑλέσθαι ποτὲ πρὸς ἐλευθερίαν ἰδεῖν τοὺς ἐξ ἀναγκαίου δεσμοῦ τοῖς οὐ κατὰ γνώμην ὑπεζευγμένοις. καὶ ἐπέστησεν αὐτοῖς, φησίν, ἐπιστάτας τῶν ἔργων, ἵνα κακώσωσιν αὐτοὺς ἐν τοῖς ἔργοις, καὶ ᾠκοδόμησαν πόλεις ὀχυρὰς τῷ Φαραὼ τήν τε Πειθὼν καὶ Ῥαμεσσῆ καὶ Ὧν, ἥ ἐστιν Ἡλίου πόλις. καρποὶ γὰρ ἦσαν τῆς ἀφορήτου πλεονεξίας τληπάθειαι μὲν αἱ διηνεκεῖς ἐπί τε πηλῷ καὶ πλινθείᾳ, πόλεις δὲ περιβόλοις πυργούμεναι καὶ τῶν ἐν ἀγροῖς χωμάτων ἐγέρσεις, ἀμισθὶ δὲ ταυτὶ καὶ σὺν ἱδρῶτι μακρῷ τοῖς πονοῦσι διεπεραίνετο. Ὑπὸ χεῖρα γὰρ ἑλόντες τὴν ἑαυτῶν οἱ κοσμοκράτορες τοῦ αἰῶνος τούτου τὰς ἀθλίας τῶν ἀνθρώπων ψυχὰς πηλῷ καὶ πλινθείαις καὶ τοῖς εἰς γῆν τε καὶ περὶ γῆν δρωμένοις ἐγκατατρύχουσι καὶ περισπασμῷ πονηρῷ τε καὶ ἀκερδεῖ προσδήσαντες -τοιάδε γὰρ τὰ σαρκὸς καὶ τὰ περὶ αὐτὴν ἔργα φαίνεται -πικρὰν ἀναγκάζουσι καὶ παμμόχθηρον κομιδῇ καταδέχεσθαι ζωήν, ἣ κατ’ οὐδένα τρόπον τοῖς ἐπιτηδεύειν ἠναγκασμένοις εἰσοίσει τὸ ὠφελοῦν. τί γὰρ ἂν τὰ σαρκὸς ἔργα τε καὶ πάθη τὴν ἀθλίαν ἡμῶν ὀνήσει ψυχήν; κέρδος δὲ ὥσπερ ἀνακείσεται παρ’ ἡμῶν διαβόλῳ καὶ δαίμοσι, καὶ τῆς τῶν ἀντικειμένων βασιλείας πλοῦτος ἔσται καὶ καύχημα, καθάπερ ἀμέλει καὶ τῷ Φαραὼ πρὸς εὐκλείας ἦν οὐ μικρᾶς ὡς ᾤετο τὸ ἀναδείμασθαι πόλεις αὐτῷ τοὺς ἐξ Ἰσραὴλ ἀσιτί τε καὶ ἀμισθὶ πρὸς τοῦτο ἥκειν ἠναγκασμένους. Β. Ὧδε ἔχει. καὶ γάρ τοι λίαν ἐστὶν ἐναργὴς ὁ λόγος. Α. Ἀνατύπωσιν δὴ οὖν καὶ οἱονεί πως εἰκόνα σαφῆ τῶν εἰκαίων τε καὶ ἀνιέρων ἐπὶ γῆς ἡμῶν σπουδασμάτων ὁ τῶν Ἰσραηλιτῶν ἀναγράφει πόνος ἐγκειμένου τε καὶ ἐπιθρώσκοντος αὐτοῦ τε τοῦ Σατανᾶ καὶ τῶν σὺν αὐτῷ δυνάμεων πονηρῶν, οὓς τοῖς τῶν ἐργοδιωκτῶν ὀνόμασιν ἡ θεία σημαίνει γραφή· τὸν πονηρὸν δὲ περισπασμὸν φαίην ἂν ἔγωγε ταυτὶ μεστὸν μὲν ἱδρῶτος καὶ πόνου, ἀναπεπλησμένον δὲ ὥσπερ πηλοῦ καὶ ἀκαθαρσίας καὶ βορβορώδους ἡδονῆς. Ἀλλ’ ἠλέει καὶ τότε θεὸς τοὺς ἀνοσιώτατά τε καὶ ἀγριώτατα ταῖς τῶν Αἰγυπτίων πλεονεξίαις κατῃκισμένους καὶ παρ’ αὐτὸ τὸ χρεὼν δουλεύοντας. ὑπουργὸν γὰρ τῆς εἰς αὐτοὺς ἡμερότητος τὸν πανάριστον εὐθὺς ἐποιεῖτο Μωσέα. ἢ γὰρ οὐχὶ καὶ εἰς ἡμᾶς αὐτοὺς τοῦτο δρῶντα θεὸν εὑρήσομεν; διωλισθηκόσι γὰρ ἡμῖν εἰς ἁμαρτίας χαρίζεται μὲν τὸν ἔλεον, μεσίτην δὲ ὥσπερ πρὸς ἐλευθέραν ἀναφέροντα ζωὴν ἐν ταῖς ἁπάντων καρδίαις τὸν οἰκεῖον εὐθὺς ἐνίησι νόμον. Β. Συνίημι, ὃ φής.