Ancient Greek
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 16.1
Not analysed yet
Α. Βούλει δὴ οὖν τῆς ἱστορίας τὸ πλάτος ἐπιτεμόντες ὡς ἔνι τὰ εἰκότα λέγωμεν; Β. Καὶ μάλα. Α. Γέγραπται τοίνυν ὡδί· καὶ μετὰ ταῦτα εἰσῆλθε Μωσῆς καὶ Ἀαρὼν πρὸς Φαραὼ καὶ εἶπον αὐτῷ· τάδε λέγει κύριος ὁ θεὸς Ἰσραήλ· ἐξαπόστειλον τὸν λαόν μου, ἵνα μοι ἑορτάσωσιν ἐν τῇ ἐρήμῳ. καὶ εἶπε Φαραώ· τίς ἐστιν, οὗ εἰσακούσομαι τῆς φωνῆς αὐτοῦ ὥστε ἐξαποστεῖλαι τοὺς υἱοὺς Ἰσραήλ; οὐκ οἶδα τὸν κύριον καὶ τὸν Ἰσραὴλ οὐκ ἐξαποστελῶ. οἱ μὲν γὰρ ἀμφὶ Μωσέα τε καὶ Ἀαρὼν τῆς Αἰγυπτίων χώρας τε καὶ γῆς ἀνεῖσθαι δεῖν διεβεβαιοῦντο τὸν Ἰσραὴλ θεοῦ καλοῦντος εἰς ἑορτήν· ἑορτὴ γὰρ ὄντως ἀληθὴς τὸν τῆς ἀνεθελήτου δουλείας ἀπολύσασθαι ζυγὸν καὶ ὑπὸ θεῷ γενέσθαι λοιπὸν καὶ τὰ αὐτῷ θυμήρη πληροῦν ἀντεξάγοντος οὐδενὸς ἤγουν τὸ αὐτῷ δοκοῦν ἀνθελέσθαι τε καὶ ἀγαπᾶν ἀναγκάζοντος. Ἀθυρογλωττεῖ δὲ λίαν ὁ Φαραὼ καὶ τῆς τοῦ θεοῦ δόξης καταθρασύνεται μήτε τὸν κύριον, ὅστις ποτέ ἐστιν, εἰδέναι λέγων μήτε μὴν ἀνήσειν τὸν Ἰσραήλ. καταλήγει δὲ οὐδαμῶς ὁ θεσπέσιος Μωσῆς, ἀποπεραίνεσθαι δὲ δεῖν τὸ τῷ θεῷ δοκοῦν εὖ μάλα διισχυρίζεται. παραποδίζοντος γὰρ εἰς ἐλευθερίαν ἰέναι τοῦ Σατανᾶ τούς, οἵπερ ἂν εἶεν ὑπ’ αὐτῷ γεγονότας κατανδρίζεσθαι χρὴ καὶ ἀμείνους γίνεσθαι παντὸς μέν, οἶμαι, διακωλύματος, ἥκιστα γε μὴν ὁρᾶσθαι δειλούς, ἀλλ’ ἐγκεῖσθαι λέγοντας· ὁ θεὸς τῶν Ἑβραίων προσκέκληται ἡμᾶς. πορευσόμεθα οὖν ὁδὸν τριῶν ἡμερῶν εἰς τὴν ἔρημον, ὅπως θύσωμεν τῷ θεῷ ἡμῶν, μή ποτε συναντήσῃ ἡμῖν θάνατος ἢ φόνος. ταυτὶ γὰρ εὐθὺς καὶ ὁ σόφος ἡμῖν τότε διεκεκράγει Μωσῆς. "οὐ γὰρ δὴ καθ’ ὁμοιότητα", φησί, "τὴν πρὸς ὑμᾶς, ὦ Αἰγύπτιοι, μόσχος ἡμῖν τοῖς Ἑβραίοις τὸ σέβας, ἀλλ’ οὐδὲ σῦς ἢ αἲξ ἢ βρέτας ἀνδρὸς καὶ πτηνῶν ἀποσκίασμα καὶ ἑρπετῶν εἰκόνες τὰ ἐν σηκοῖς ἱδρυμένα. ἐπικέκληται δὲ θεὸς καὶ δεσπότης, ὃς τόδε τὸ σύμπαν διετεκτήνατο. μέγας οὖν ἄρα καὶ τοῖς Αἰγυπτίων ἀσύντακτος καὶ ὑπὲρ πᾶσαν τὴν κτίσιν ὁ τῶν Ἑβραίων θεός, ὃς εἰς τὴν ἔρημον ἡμᾶς καλεῖ τὴν εὐάρεστον αὐτῷ θυσίαν προσκομιοῦντας ἐκεῖ." Σκοτισμὸς μὲν οὖν Αἴγυπτος ὀνομάζεται, χρῆναι δὲ οἶμαι καλῶς τούς, οἵπερ ἐσμὲν πνευματικοί, πνευματικῶς προσβάλλειν τοῖς ἐν σκιᾷ καὶ τύποις. δεῖ γὰρ ἡμᾶς ἀποφοιτῶντας εὖ μάλα παντὸς οἶμαί που πράγματος τοῦ κατασκοτεῖν εἰωθότος καὶ ὥσπερ τινὰ χώραν ἐκβεβηκότας τὴν ὑπὸ τῷ τυράννῳ κειμένην, φημὶ δὴ τῷ Σατανᾷ, τὸ ἐν ἁμαρτίαις εὔκολον, μεταχωρεῖν ἐπείγεσθαι νεανικῶς εἰς ἀνειμένην τε καὶ καθαρωτέραν ζωὴν καὶ πολιτείας ἐννόμου διαστείχειν ὁδὸν οὐχ ὑποκειμένης δαίμοσι· δυνησόμεθα γὰρ εὖ τότε τοὺς τῆς δικαιοσύνης καρποὺς καταθύειν τῷ θεῷ. στέλλεσθαι δὲ δεῖν τοὺς ἐξ Ἰσραὴλ ὁδὸν τριῶν ἡμερῶν διεβεβαιοῦτο κατὰ τὴν ἔρημον τὸ μηδὲ ἐγγὺς εἶναι τῶν τῆς φαυλότητος ὅρων καὶ ζωῆς τῆς τυραννουμένης διὰ τούτου δηλῶν. σκήπτεται δή τι καὶ σοφὸν ὁ θεσπέσιος Μωσῆς καὶ εὐαφόρμως δὴ λίαν ἀπονοσφίζεσθαι δεῖν τῆς Αἰγύπτου φησὶν τοὺς ὑπὸ θεοῦ κεκλημένους, μή πως γὰρ συναντήσῃ ἡμῖν θάνατος, φησίν, ἢ φόνος. Β. Καὶ τί δὴ τοῦτό ἐστιν; ἕτοιμον γὰρ οὐχὶ τοῖς ἐθέλουσι νοεῖν. Α. Ἐγὼ φράσω· Αἰγυπτίοις ἦν ἔθος, τετήρηται δὲ καὶ εἰς δεῦρο παρὰ τοῖς τῶν εἰδώλων προσκυνηταῖς τὸ δεῖν εἰσφοιτῶντας ἐν ἱεροῖς νεκρῷ περιτυχεῖν παραιτεῖσθαι σώματι. μολυσμὸν γὰρ εἶναι τὸν ἀνωτάτω φασὶ τὸ οὐχ ὅπως δὴ μόνον, εἴ τις ἕλοιτο θίγειν, ἀλλὰ γὰρ κἂν εἰ ἐν ψιλαῖς ταυτὶ παραπίπτοι θέαις. οὐκοῦν ἐκ τῶν παρὰ σφίσιν ἐθῶν ἀναπείθει φρονεῖν, ὡς οὐκ ἂν γένοιτο καθαρῶς τὸ θύειν αὐτοῖς, εἰ ἐξ ἀπροόπτου ποθὲν τοῦτο δρᾶν ἠργμένοις παρατύχοι νεκρὸς ἢ φόνος, τοῦτ’ ἔστιν ἢ νόμῳ φύσεως τετελευτηκὼς ἢ ὑπὸ τοῦ τῶν φονώντων ἐκβεβιασμένος. "ὑμῖν μὲν γάρ", ἔφασκεν, "ἱερά τέ ἐστι καὶ τεμένη κλεῖθρά τε καὶ πύλαι, ὧν εἴσω τυχὸν εἰσδεδραμηκόσιν ἐξέσται θύειν ἁγνῶς, ὥσπερ οὖν οἴεσθε κατὰ σφᾶς αὐτούς· ἡμᾶς δὲ ἀνάγκη κατὰ μέσην θύοντας πόλιν, ἐν τριόδοις τε καὶ ἐν ἀγροῖς ταῖς τῶν τεθνεώτων καταμολύνεσθαι θέαις. τὸ γὰρ ἀπεῖργον ὅρᾶν παντελῶς οὐδέν." Καὶ ὁ μὲν τῆς ἱστορίας λόγος ἔχοι ἂν ἡμῖν ὡς ἐν ἔθεσι τῶν Αἰγυπτίων τὸ πιθανόν, εἴη δ’ ἂν ὀρθῶς εἰρημένον τὸ ὑπὸ τοῦ πανσόφου Μωσέως, κἂν εἰ νοοῖτο πνευματικῶς. χρὴ γὰρ ἡμᾶς ὡς ἐν ἐρήμῳ θύειν καὶ ἑορτὴν ἁγίαν ἀποπεραίνειν θεῷ τῆς Αἰγυπτίων ἀπαίροντας, παραιτεῖσθαι δὲ καὶ θανάτου θέαν. σχολαίῳ γὰρ νῷ καὶ βεβηκότι μακρὰν τοῦ κατασκοτίζεσθαι κοσμικῶς καὶ τῶν εἰς νεκρότητα καὶ φθορὰν κατακομιζόντων πραγμάτων τὸν ὀφθαλμὸν ἀπαλλάττοντες θύσομεν καθαρῶς τῷ πάντων κρατοῦντι θεῷ. ἔργα δὲ νεκρὰ τὰ τῆς σαρκὸς ἂν εἴη τὰ πάθη. σκοτισμὸς δὲ κοσμικὸς ἡ ἐκ πονηρῶν καὶ εἰκαίων περισπασμῶν ἐπιθόλωσις τὸν καθαρόν τε καὶ διαυγῆ τῆς διανοίας αἰθέρα καταμολύνουσα· ὧν ὅτι προσῆκεν ἀπονοσφίζεσθαι τοὺς εἰλικρινῶς λατρεύειν ἐθέλοντας, καὶ ὁ τῆς ἱστορίας ἡμᾶς ἀναπείσει λόγος.