Ancient Greek · ~14 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 21.1
Not analysed yet
Α. Μὴ ἑτέρως ἔχειν ὑπολάβοις ἢ οὕτως, ὦ τᾶν· πεποίηται γὰρ ὀρθῶς ἡμῖν ὁ λόγος. πάρα δέ, εἰ δοκεῖ, καὶ δι’ ἑτέρας ταυτὶ θεωρεῖν εἰκόνος. ἐπειδὴ γὰρ διὰ τῆς εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων ἀποδρομῆς καταλυπεῖν ἀπετόλμων τὸν τῶν ὅλων σωτῆρα θεὸν οἱ τὴν ἁγίαν οἰκοῦντες πόλιν, φημὶ δὴ τὴν Ἱερουσαλήμ, ὑπὸ χεῖρα γεγόνασι τῶν Βαβυλωνίων, οἳ καὶ δορικτήτους ἑλόντες θητεύειν ἐκέλευον. εἴκειν γὰρ ἦν τοῖς κρατοῦσιν ἀνάγκη, καὶ οὐχ ἑκόντας αὐτούς. οἱ δὲ ἀλύοντες λίαν καὶ ἐπὶ ταῖς ἀδοκήτοις συμφοραῖς κατοιμώζοντες κἂν γοῦν βραχεῖαν εὑρέσθαι τοῦ πόνου παραψυχὴν ἐζήτουν ἔσθ’ ὅτε. τοῦτο δὲ ἦν ταῖς εἰς θεὸν ὑμνῳδίαις τῆς ἐνούσης αὐτοῖς ἀνίας ἀπαμβλύνεσθαι τὸ δριμύ· ἐμνήσθην γὰρ τοῦ θεοῦ καὶ ηὐφράνθην, ὁ θεῖος ἔφη Δαυὶδ ἑορτὴν ἀποφαίνων πνευματικὴν τὴν εἰς θεὸν ὑμνῳδίαν. ἀλλ’ αἰσχρὸν εἶναί πως ἐδόκει τοῖς ἀναμέλπειν ἐθέλουσι καὶ τὰ συνήθη πληροῦν τὴν οὕτω γλυκεῖαν ἠχὴν τοῖς τῶν ἀλλοφύλων ὠσὶν ἐνιέναι φιλεῖν καὶ τὸ αὐτοῖς ἥδιστόν τε καὶ λιγυρώτατον μέλος οἱονεί πως ἤδη καὶ εἰς ἀέρα ῥίπτειν καταμειδιώντων ἔσθ’ ὅτε τῶν Βαβυλωνίων καὶ ἀχθομένων εἰς ἅπαν ταῖς δι’ ὀργάνων ᾠδαῖς. τοιγάρτοι καὶ ἔφασκον· ἐπὶ τῶν ποταμῶν Βαβυλῶνος ἐκεῖ ἐκαθίσαμεν καὶ ἐκλαύσαμεν ἐν τῷ μνησθῆναι ἡμᾶς τῆς Σιών, ἐν ᾗ κατὰ νόμους καὶ ἔθη τὰ Ἰουδαίων ἡ τῆς αἰνέσεως θυσία προσεκομίζετο χορδαῖς καὶ ὀργάνοις ἐκπεραινομένη καὶ κατακηλοῦσα τοῖς μέλεσι τοὺς τῷ θείῳ προσιόντας ναῷ. Ἐπειδὴ δὲ ἦσαν ἐν ἀλλοτρίῳ ζυγῷ δουλείας κατεσφιγμένοι, κατολοφυρόμενοι λέγουσιν· ἐπὶ ταῖς ἰτέαις ἐν μέσῳ αὐτῆς ἐκρεμάσαμεν τὰ ὄργανα ἡμῶν, τὸ ἐν ᾠδαῖς ἀπρακτεῖν δι’ αὐτοῦ δὴ τούτου κατασημαίνοντες. ἄκαρπον γάρ, μᾶλλον δὲ ὠλεσίκαρπον ἡ ἰτέα φυτόν, εἴρηται γὰρ ὡδὶ παρὰ τοῦ τῶν παρ’ Ἕλλησι ποιητῶν. Ἀνέκειτο τοίνυν εἰς ἀπραξίαν τε καὶ ἀκαρπίαν τὰ τῆς ᾠδῆς ὄργανα· καὶ τῆς εἰς τοῦτο ῥᾳστώνης τὴν ἀφορμὴν ἀνακεκραγότες λέγουσι· πῶς ᾄσωμεν τὴν ᾠδὴν κυρίου ἐπὶ γῆς ἀλλοτρίας; διακομίσαντος δὲ αὐτοῖς τοῦ Βαροὺχ τοὺς Ἱερεμίου λόγους, ἔκλαιον πάντες, φησί, καὶ ἐνήστευον καὶ ηὔχοντο προσευχὴν ἔναντι κυρίου· καὶ συνήγαγον ἀργύριον, καθὰ ἑκάστου ἐδύνατο ἡ χείρ· καὶ ἀπέστειλαν εἰς Ἱερουσαλὴμ πρὸς Ἰωακεὶμ υἱὸν Χελκίου, υἱοῦ Σαλὼμ τὸν ἱερέα καὶ πρὸς τοὺς ἱερεῖς καὶ πρὸς πάντα τὸν λαὸν τὸν εὑρεθέντα μετ’ αὐτοῦ ἐν Ἱερου σαλήμ. καὶ μεθ’ ἕτερα· καὶ εἶπαν· ἰδού, ἀπεστείλαμεν πρὸς ὑμᾶς ἀργύριον καὶ ἀγοράσατε τοῦ ἀργυ ρίου ὁλοκαυτώματα καὶ περὶ ἁμαρτίας καὶ λίβανον καὶ ποιήσατε μάννα καὶ ἀνοίσατε ἐπὶ τὸ θυσιαστήριον κυρίου τοῦ θεοῦ ἡμῶν. πρέπειν γὰρ ᾤοντο σφίσι μὲν οὐχὶ θύειν ἔτι γῆς μὲν ἁγίας ἐξῳκισμένοις, πράττουσι δὲ τέως ὑπὸ θεῷ μὲν οὐκέτι, κατεζευγμένοις δὲ ὥσπερ ἑτέρῳ καὶ ὑπὸ χεῖρα πεσοῦσι τὴν τυραννικήν, τοῖς γε μὴν ἔτι τὴν ἁγίαν οἰκοῦσι πόλιν λειτουργίας τε τῆς ἱερᾶς λαχοῦσι τὴν δόξαν ἀπονέμουσι τὴν λατρείαν, ὀρθῷ δηλαδὴ χρώμενοι λογισμῷ πρὸς τὴν τοῦ πρέποντός τε καὶ ἀναγκαίου κατάσκεψιν. καὶ αὐτὸς δὲ ἡμῖν ὁ σοφώτατος Δανιὴλ ἱερῶν μὲν εἴχετο σπουδασμάτων, ὁμοῦ δὲ καὶ τοῖς ἄλλοις αἰχμάλωτος ὢν τὸ τῆς ἀνάγκης κατεσοφίζετο χρῆμα. καὶ τίνα τρόπον, ἐρῶ· προσηύχετο γὰρ τρεῖς τῆς ἡμέρας καιρούς. ἀλλ’ ἦσαν αὐτῷ βλέπουσαί τε καὶ ἠνεῳγμέναι πρὸς τὴν Ἱερουσαλὴμ αἱ θυρίδες ἐν τοῖς ὑπερῴοις. γέγραπται γὰρ ὡδί. εὐπρόσδεκτον γὰρ τότε μόλις ἔσεσθαι παρὰ θεῷ τὴν ἰδίαν ᾤετο προσευχήν, εἰ γῆς ἀλλοτρίας καὶ μεμισημένης, εἰ μὴ σαρκὶ δύναιτο τυχόν, κἂν γοῦν ἐννοίαις ἀπονοσφίζοιτο καὶ τοῖς τῆς διανοίας ὄμμασι πρὸς τὴν τῷ θεῷ φιλαιτάτην ἀφορῶν γῆν, εἰς αὐτὸν δὲ ὥσπερ εἰσφρήσας τὸν νεὼν τὴν ὑπὲρ ὧν ἂν ἕλοιτο προσάγοι λιτήν. Β. Εὖ γε ὡς ἀληθῶς ὁ σύμπας ἡμῖν διήρτισται λόγος. Τέλος τοῦ πρώτου βιβλίου