Ancient Greek · ~21 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 20.1
Not analysed yet
Α. Ψευδομυθεῖ δὲ πάλιν ὁ σκληρόνους τε καὶ ἀκαμπὴς Φαραώ. εἶτα ταῖς τῆς ἀκρίδος ἐμβολαῖς ὅλης, ὡς ἔπος εἰπεῖν, δαπανωμένης αὐτῷ τῆς χώρας μετάπεμπτον ποιεῖται Μωσέα συνεισθέοντος Ἀαρὼν καί φησι· πορευθέντες λατρεύσατε κυρίῳ τῷ θεῷ ὑμῶν, πλὴν τῶν προβάτων καὶ τῶν βοῶν ὑπολείπεσθε, καὶ ἡ ἀποσκευὴ ὑμῶν ἀποτρεχέτω μεθ’ ὑμῶν. καὶ εἶπε Μωσῆς· ἀλλὰ καὶ σὺ δώσεις ἡμῖν ὁλοκαυτώματα καὶ θυσίας, ἃ ποιήσωμεν κυρίῳ τῷ θεῷ ἡμῶν· καὶ τὰ κτήνη ἡμῶν πορεύσεται μεθ’ ἡμῶν, καὶ οὐχ ὑποληψόμεθα ὁπλήν· ἀπ’ αὐτῶν γὰρ ληψόμεθα λατρεῦσαι κυρίῳ τῷ θεῷ ἡμῶν. Β. Καὶ τίνα τοῖς εἰρημένοις παρά γε τοῦ πανσόφου Μωσέως ἐφαρμόσαιμεν ἂν τὴν διάνοιαν; ἢ πῶς ἄν τις λάβοι τὰ ἐξ Αἰγύπτου καὶ Φαραὼ καὶ ἀναθείη θεῷ; Α. Καὶ μήν, ὦ ἑταῖρε, σαφὴς ὁ λόγος. ὁ μὲν γὰρ τοῖς εὐσεβεῖν ἐθέλουσιν ἀνθεστηκὼς καὶ μαχόμενος, εἰ μὴ παντελῶς ἐξείη τὸ ὑπ’ αὐτῷ κεῖσθαί τινας, κἂν γοῦν ἐκ μέρους τοῦτο ἔχειν ἐπιθυμεῖ· ὁ δέ γε τοῦ θεοῦ νόμος τομωτάτην τινὰ ποιεῖσθαι διδάσκει τὴν ἀποφοίτησιν οὐδ’ ὁπωστιοῦν ὑπ’ αὐτῷ κεῖσθαί τε καὶ μένειν ἐῶντας, οὐ ψυχῆς, οὐ νοῦ μόριον, οὐ σωματικοῦ κινήματος ἀφορμήν. προσέτι δὲ δεῖν καὶ τῆς ἐν κόσμῳ ζωῆς τὰ κάλλιστά τε καὶ ἐξαίρετα προσκομίζειν θεῷ. τοῦτο γὰρ οἶμαι δηλοῦν τὸ ἐξ Αἰγύπτου λαβεῖν καὶ καταθῦσαι θεῷ. ἢ οὐχὶ τουτὶ δρῷεν ἂν οἱ διὰ σοφίας κοσμικῆς τοῖς ἱεροῖς τε καὶ θείοις ἡμῶν ἐπαγωνιζόμενοι δόγμασιν καὶ τὸ λαμπρὸν ἐν λέξει καὶ τὸ ἐν εἰδήσει πικρὸν θηρώμενοι καὶ τὴν λογικὴν λατρείαν ἐπιτελοῦντες θεῷ; πᾶσα μὲν γὰρ σοφία παρὰ κυρίου, κατὰ τὸ γεγραμμένον. ἀλλ’ ἐν πνεύματι κοσμικῷ τοὺς παρ’ Ἕλλησι ποιητὰς τε καὶ λογογράφους εἰς τοῦτο λαμπρότητος τῆς κατ’ εὐγλωττίαν ἀφικέσθαι φαμέν. καὶ γοῦν ὁ θεσπέσιος Παῦλος· οὐ τὸ πνεῦμα τοῦ κόσμου τούτου, φησí, ἐλάβομεν, ἀλλὰ τὸ πνεῦμα τὸ ἐκ τοῦ θεοῦ, ἵνα ἴδωμεν τὰ ὑπὸ τοῦ θεοῦ χαρισθέντα ἡμῖν· ἃ καὶ λαλοῦμεν οὐκ ἐν διδακτοῖς σοφίας ἀνθρωπίνης λόγοις, ἀλλ’ ἐν ἀποδείξει πνεύματος. Ὅτι δὲ ἦν, ἀληθῶς ὁ Μωσῆς ἐν σκιαῖς ἔτι τὰ ἐξαίρετα τῆς ἐν κόσμῳ ζωῆς οὐκ ἀπόβλητα γενήσεσθαι λέγων τῷ κατὰ φύσιν θεῷ, παραχρῆμα δείκνυσιν ἐναργῶς, πλὴν ὡς ἐν τύπῳ καὶ σκιᾷ. θεοῦ γὰρ προστάττοντος σκυλεύειν τοὺς Αἰγυπτίους σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ χρήσασθαι δεῖν ἔφη παρά τε συσκήνου καὶ γείτονος, ὃ δὴ καὶ περαίνεται διὰ γυναικῶν. ψίθυρον γὰρ ἀεί πώς ἐστι τὸ χρῆμα καὶ λαλίστατον καὶ πρὸς ἀπάτην εὐμήχανον. σκεύη δὲ οἶμαι χρυσᾶ τε καὶ ἀργυρᾶ παρὰ τῶν Αἰγυπτίων εἴη ἄν, καθάπερ ἀρτίως ἔφην, τὰ οἷς ἦν εἰκὸς κατασεμνύνεσθαι τῶν ἐν κόσμῳ τινάς, εἰ καὶ μὴ θεὸν εἴδησαν τὸν ἀληθινόν. ἔστι δέ, ὅ φημι, τοιόνδε τι πάλιν. κοινὰ μὲν γὰρ ἅπασιν ἀνθρώποις τὰ νοῦ τε καὶ ψυχῆς κινήματα καὶ ἡ πρὸς πᾶν ὁτιοῦν ἐπιτηδειότης ἀγαθοῦ τε καὶ πονηροῦ. ἀλλ’ οἱ μὲν τοῖς τῆς φύσεως πλεονεκτήμασιν ἀποκεχρημένοι καλῶς τὸν εὐκλεᾶ καὶ ἐξαίρετον κατορθοῦσι βίον. οἵ γε μήν, ἐφ’ ἃ μὴ προσῆκεν ἀνοητότατα παρατρέποντες παρασημαίνουσί πως τὰ τῆς φύσεως ἀγαθὰ καὶ τὴν ἐπὶ τοῖς αἰσχίστοις ἰέναι τρίβον. ἀνδρεία τε γὰρ καὶ φρόνησις καλὰ μὲν τοῖς ἄριστα κεχρημένοις, ἐπιζήμια δὲ τοῖς οὐκ ἔχουσιν ὀρθῶς· ἔξεστι μὲν γὰρ ἀνδρίζεσθαι καὶ φρονεῖν σὺν ἐπαίνῳ καὶ κρότοις· ἔξεστι δὲ αὖ σὺν πολλῇ δὴ ταῦτα κεκτῆσθαι καταβοῇ. ταυτὶ δὲ κοινὰ καὶ ἐν πᾶσίν ἐστι καὶ ἐν τοῖς ἔτι πλανωμένοις καὶ ἐν τοῖς εἰδόσι θεόν. Ὅταν οὖν ἡ πάλαι φαυλότητος ἐργάτις ἀνδρεία καὶ τὸ ἐν συνέσει πικρὸν μετατρέποιντο πρὸς ἡμῶν εἰς τὸ δοκοῦν τῷ θεῷ, μονονουχὶ καὶ ἐξ Αἰγυπτίων ληφθέντα καὶ ἐκ τῆς ἐν κόσμῳ ζωῆς ἱερά καὶ εὐπρόσδεκτα γενήσεται τῷ θεῷ· μεταρυθμίζεται γὰρ εἰς ἀρετῆς χρείαν καὶ εἰς ὑπουργίαν ἁγιασμοῦ, καθάπερ ἀμέλει τὰ ἐξ Αἰγύπτου σκεύη χρυσᾶ τε καὶ ἀργυρᾶ πρὸς κατασκευήν τε καὶ ἀποτέλεσμα τῆς ἁγίας σκηνῆς ἀνεδείχθη χρήσιμα. Μετὰ δὲ τὸ σκυλεῦσαι τοὺς Αἰγυπτίους καὶ τῶν πρωτοτόκων τὸν θάνατον λελύτρωνται μόλις οἱ ἐξ Ἰσραὴλ καταθύσαντες τὸν ἀμνὸν εἰς τύπον Χριστοῦ· ἦν γὰρ οὐχ ἑτέρως δύνασθαι τοῦ τοιοῦδε τυχεῖν, ἐπείπερ ἐστὶ πᾶσα λύτρωσις ἐν Χριστῷ καὶ δι’ αὐτοῦ πᾶσα δόσις ἀγαθή. ἐκπέμπονται δὲ τῆς Αἰγυπτίων κατὰ μέσην νύκτα μονονουχὶ σκότους τε ὁμοῦ καὶ δουλείας ἀπαλλαττόμενοι. ἐν γάρ τοι σκότῳ τῷ νοητῷ καὶ οὐκ ἐν φωτὶ τῷ θείῳ τὸ δοῦλον εἰς ἁμαρτίαν ἀεί πως εἶναι φιλεῖ. πᾶς γὰρ ὁ τὰ φαῦλα πράσσων μισεῖ τὸ φῶς, κατὰ τὴν τοῦ σωτῆρος φωνήν. ἄζυμον δὲ τὸ σταῖς ἐκφέρεται καὶ ἐπισιτισμοῦ δίχα φεύγουσι. κατεβιάζοντο γάρ, φησίν, οἱ Αἰγύπτιοι τὸν λαὸν σπουδῇ ἐκβαλεῖν αὐτοὺς ἀπὸ τῆς γῆς. εἶπαν γάρ, ὅτι πάντες ἡμεῖς ἀποθνήσκομεν. ἀνέλαβε δὲ ὁ λαὸς τὸ σταῖς αὐτῶν πρὸ τοῦ ζυμωθῆναι, τὰ φυράματα αὐτῶν ἐνδεδεμένα ἐν τοῖς ἱματίοις αὐτῶν ἐπὶ τῶν ὤμων. οὐ γὰρ οἶμαι δεῖν τοὺς τῷ θεῷ κολλᾶσθαι μέλλοντας οἰκειότητά τε τὴν πρὸς αὐτὸν ᾑρημένους κακίας λείψανον ἐπιφέρεσθαι κοσμικῆς, οὔτε μὴν ἀλλοτρίαις τε καὶ ἀνιέροις ἐφοδιάζεσθαι τροφαῖς, δῆλον δὲ ὅτι ταῖς νοηταῖς· ἀζύμους δὲ εἶναι φιλεῖν ἄρτους τὸ ἐφίεσθαι λοιπὸν τοῦ ζωογονοῦντος τὸν κόσμον· ἑορτάσειαν γὰρ οἱ τοιοίδε καθαρῶς καὶ τὴν ἀξιόλη πτον τῷ θεῷ λατρείαν ἀποπεραίνοντες ὑπ’ αὐτῷ μένουσι διαπαντός. Β. Ἄραρεν οὖν, ὅτι καθάπερ τινὸς γῆς ἁγίας τε καὶ ἱερᾶς ἐφικέσθαι χρὴ τοὺς οἵπερ ἂν εἶεν φιλόθεοί τε καὶ ἀγαθοὶ τῆς ὑπὸ Χριστῷ καὶ ἀτυραννεύτου ζωῆς· ἐπείγεσθαι δὲ καταθύειν οὐκ ἐν τῇ τῶν ἐχθρῶν, τοῦτ’ ἔστιν, οὐκ ὄντας ἐν ἕξει τῇ φιλαμαρτήμονι καὶ οὐκ ἀμωμήτῳ λίαν, ἐν προθυμίαις δὲ μᾶλλον ταῖς εἰς ἀρετὴν καὶ ἐν ἠθῶν καταστάσει τῆς τοῦ διαβόλου τυραννίδος ἐξῳκισμένῃ.