Ancient Greek · ~22 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 3.1
Not analysed yet
Α. Καὶ εἴπερ τις ἕλοιτο πολυπραγμονεῖν ἀλη θῶς τὴν ἱεράν τε καὶ θεόπνευστον γραφήν, εἴσεται δὴ πάντως ἀληθὲς ὑπάρχον, ὅ φημι. κάλυμμα γὰρ ἐτίθει Μωσῆς ἐπὶ τὸ πρόσωπον αὑτοῦ διὰ τὸ μὴ δύνασθαι τοὺς υἱοὺς Ἰσραὴλ ἀτενίζειν εἰς τὸ πρόσωπον αὐτοῦ διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ κατὰ τὸ γεγραμμένον. Β. Καὶ τί δὴ τοῦτο παραδηλοῖ; Α. Ταῖς γὰρ Ἰουδαίων διανοίαις παχυτέραις οὔσαις ἔτι οἰστὰ μέν πως ἦν τὰ ἐξωφανῆ τοῦ νόμου, φημὶ δὲ δὴ πάλιν τὰ διὰ μόνου τοῦ γράμματος· ἀφόρητα δὲ καὶ ἀπρόσβλητα παντελῶς τὰ ἔσω κεκρυμμένα καί, ἵν’ οὕτως εἴπωμεν, τὸ τῶν νοημάτων πρόσωπον ἀληθές. τοιγάρτοι καὶ ὁ θεσπέσιος ἡμῖν γράφει Παῦλος· ἄχρι γὰρ τῆς σήμερον ἡμέρας τὸ αὐτὸ κάλυμμα ἐπὶ τῇ ἀναγνώσει τῆς παλαιᾶς διαθήκης μένει μὴ ἀνακαλυπτόμενον, ὅτι ἐν Χριστῷ καταργεῖται. ἀλλ’ ἕως σήμερον, ἡνίκα ἂν ἀναγινώσκηται Μωσῆς, κάλυμμα ἐπὶ τὴν καρδίαν αὐτῶν κεῖται. ἀλλ’ ὧδε μὲν δὴ τὰ τῶν Ἰουδαίων ἑστάτω. ἡμεῖς δὲ δὴ πάντες ἀνακεκαλυμμένῳ προσώπῳ, φησίν, τὴν δόξαν κυρίου κατοπτριζόμενοι τὴν αὐτὴν εἰκόνα μεταμορφούμεθα ἀπὸ δόξης εἰς δόξαν καθάπερ ἀπὸ κυρίου πνεύματος· ὁ δὲ κύριος τὸ πνεῦμά ἐστιν. Ὥσπερ γὰρ οἱ ἐν ἐσόπτρῳ βλέποντες εἰκόνα καὶ τύπον τοῦ ἀληθοῦς καὶ οὐκ αὐτό που τὸ ἀληθὲς ἐγκαταθρήσειαν ἄν, κατὰ τὸν αὐτὸν οἶμαι τρόπον οἱ τῆς ἐν Χριστῷ πολιτείας τὸ κάλλος ἐπιθυμοῦντες ἰδεῖν, καθάπερ ἐσόπτρῳ τῷ νόμῳ χρώμενοι, κατορθώσειαν ἂν ὡς ἄριστα τὸ ποθούμενον. τὴν γὰρ αὐτὴν τῶν πραγμάτων εἰκόνα μεταπλάττοντες εἰς ἀλήθειαν, εἴσονται καθαρῶς τὸ ὅτι μάλιστα δοκοῦν καὶ εὐάρεστον τῷ θεῷ. Β. Εἶτα τίς ἂν γένοιτο τυχὸν ὁ λόγος τοῦ μὴ ἐν ἀρχαῖς τοῖς πάλαι τὸ νέον τε καὶ εὐαγγελικὸν δεδόσθαι χρησμώδημα, τύπους δὲ μᾶλλον νενομοθετῆσθαι καὶ σκιάς; Α. Τὸ μὲν ἀκριβὲς τῆς οἰκονομίας καὶ ὅπως ἂν ἔχοι ταυτὶ κατά γε τὸ ἀληθέστερον, ἀναθετέον εὐσεβῶς τῷ πάντα εἰδότι θεῷ. λογισμοὶ δὲ ἡμᾶς ἐννοιῶν ἀγαθῶν ἀμοιρεῖν οὐκ εἰδότες ἀποφέρουσί πως κἂν γοῦν εἰς μετρίαν εἴδησιν ἢ καὶ τάχα που πρὸς τὸ εἰδέναι δοκεῖν τῆς οἰκονομίας τὴν πρόφασιν. Φαμὲν οὖν, ὅτι παιδαγωγίας ἔδει πολλῆς καὶ ἀνατροφῆς τρόπον τινὰ νηπιοπρεποῦς τοῖς ἐξ Αἰγύπτου λελυτρωμένοις. παχύνοι γὰρ ἦσαν ἔτι καὶ εὐπαράφοροι κομιδῇ πρὸς πᾶν ὁτιοῦν τῶν ἀπηχεστάτων. δυσαπόνιπτον δὲ παντελῶς τὴν φιλοσαρκίαν ἠρρωστηκόσι καὶ δυσδιαφύκτοις πάθεσιν ἐγκατειλημμένοις ἀνέφικτόν πως ἦν ἔτι καὶ οὐχ ἕτοιμον ἑλεῖν τὸ εὐθὺς ἀναθρῴσκειν δύνασθαι πρὸς τὸ ἄγαν ἀστεῖον, ὡς καὶ ζωῆς τινα τρόπον ἐπανελέσθαι τυχὸν τῆς οὕτω λαμπρᾶς καὶ ὑπερφυοῦς, ὡς περιπατεῖν μὲν ἐπὶ τῆς γῆς, ἔχειν δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς κατὰ τὸ γεγραμμένον. ἦ γὰρ οὐχὶ τελείων μὲν ἔστιν ἡ στερεὰ τροφή, γάλα δὲ τοῖς ἔτι νηπίοις τὸ πρεπωδέστερον; Β. Καὶ μάλα. Α. Ἔδει τοίνυν παιδαγωγίας μὲν τῆς ἐν τύπῳ τοῖς ἔτι νηπίοις καί, ἵν’ οὕτως εἴπωμεν, τρυφερωτέρας ἀνατροφῆς, οὐχὶ τοῦ πρὸς τελειότητα διᾴττοντος λόγου καὶ ἀποκομίζειν οἵου τε πρὸς τὸ ἀρτίως ἔχον. ἐλαφροὶ δὲ οὕτως καὶ ὀλιγογνώμονες καὶ πρὸς πᾶν ὁτιοῦν εὔκολοι τῶν παθῶν ἁλοῖεν ἂν οἱ ἐξ Ἰσραήλ, ὡς εἴπερ τις ἐν αὐτοῖς ἀκριβὴς ἦν βάσανος ἠθῶν καὶ ἐγχειρημάτων, οὐδ’ ἂν οἶμαι σκιᾶς ἠξίωντο. καὶ τοῦτο δέδειχεν ὁ Μωσῆς. θεοῦ γὰρ προστάττοντος ἀνέθορε μὲν εἰς τὸ ὄρος αὐτὸς τὸν νόμον ὑποδεξόμενος. οἱ δὲ παραχρῆμα κατώλισθον εἰς ἀπόστασιν. μεμοσχοποιήκασι γὰρ φάναι τε οἱ δείλαιοι τετολμήκασιν· oὗτοι οἱ θεοί σου, Ἰσραήλ, οἵτινες ἀνήγαγόν σε ἐκ γῆς Αἰγύπτου. ἐπὶ οὖν ταῖς οὕτω δειναῖς ἐλαφρίαις ἐδυσφόρει μὲν ὁ Μωσῆς, κατερρήγνυ δὲ τὰς πλάκας, ἐν αἷς ἦν ὁ νόμος, οὐδὲ σκιᾶς ἢ τύπων ἢ κἂν γοῦν ὅλως παιδαγωγίας τῆς ἄνωθεν ἀξίους εἶναι νομίσας τούτους, οἷς γε τοσοῦτον ἀπόπληκτος ἦν ὁ νοῦς, ὡς ἀμνημονῆσαι μὲν τῶν οὕτω τεθαυμασμένων, ἃ διὰ τῆς θείας ἰσχύος ὑπὲρ αὐτῶν ἐξεπράττετο, μόσχῳ δὲ τὸ σέβας ἀναθεῖναι πάλιν καὶ τῆς ἐν Αἰγύπτῳ λατρείας ἐλθεῖν εἰς ἀνάμνησιν. Ἀλλ’ ἐν πλαξὶ μὲν λιθίναις ἐσκιαγραφεῖτο τότε τοῖς ἀρχαιοτέροις ὁ νόμος ἐν δακτύλῳ θεοῦ, καθὰ γέγραπται. τύπος δὲ ἦν ἐκεῖνα τῶν καθ’ ἡμᾶς ἐν Χριστῷ γενέσθαι πεπιστευμένων. καταγράφει γὰρ ὥσπερ ἐν ἡμῖν τῆς ἑαυτοῦ βουλῆς τὴν εἴδησιν ὁ πάντων δεσπότης θεὸς οἱονεὶ καλάμῳ χρώμενος τῷ υἱῷ ἐν πνεύματι. ὠνόμαζε γὰρ οὕτως αὐτὸν διὰ Δαυὶδ λέγων· ἡ γλῶσσά μου κάλαμος γραμματέως ὀξυγράφου. ἐνεχάραξε γὰρ ταῖς ἁπάντων καρδίαις ὁ τοῦ πατρὸς κάλαμος, τοῦτ’ ἔστιν ὁ υἱός, τὴν παντὸς εἴδησιν ἀγαθοῦ, οἱονεί τινι δακτύλῳ θεοῦ τῷ τε τοῦ πατρὸς καὶ τῷ ἰδίῳ χρώμενος πνεύματι. δάκτυλον γὰρ ὠνόμαζε τὸ πνεῦμα θεοῦ λέγων ποτὲ μέν· εἰ δὲ ἐγὼ ἐν πνεύματι θεοῦ ἐκβάλλω τὰ δαιμόνια· ποτὲ δὲ αὖ· εἰ δὲ ἐν δακτύλῳ θεοῦ ἐκβάλλω τὰ δαιμόνια. ἐπιστολὴν δὲ ἡμᾶς τὴν πνευματικὴν καὶ ὁ Παῦλος ἐκάλει λέγων· ἡ ἐπιστολὴ ἡμῶν ὑμεῖς ἐστε ἐγγεγραμμένη ἐν ταῖς καρδίαις ἡμῶν, γινωσκομένη καὶ ἀναγινωσκομένη ὑπὸ πάντων ἀνθρώπων, φανερούμενοι ὅτι ἐστὲ ἐπιστολὴ θεοῦ διακονηθεῖσα ὑφ’ ἡμῶν ἐγγεγραμμένη οὐ μέλανι, ἀλλὰ πνεύματι θεοῦ ζῶντος οὐκ ἐν πλαξὶ λιθίναις, ἀλλ’ ἐν πλαξὶ καρδίας σαρκίναις. Β. Ἀλλ’ ὅτι μὲν τύποι καὶ σκιαὶ τὰ κατὰ τὸν νόμον, φαίην ἂν καὶ αὐτός, ὡς εὖ ἴσθι τοι. φέρε δὴ οὖν λεπτόν τε καὶ ἀκριβῆ τοῖς ἐν τύπῳ κεχρησμῳδημένοις ἐνιέντες τὸν νοῦν πολυπραγμονῶμεν εὖ μάλα τῆς ἀληθείας τὸ κάλλος. εἴη γὰρ ἂν οὕτω λοιπὸν οὐδενὶ τῶν ὄντων ἀσυμφανὲς τῆς ἐν πνεύματι λατρείας τὸ μυστήριον. Α. Καὶ μήν, ὦ γενναῖε, καταπέφρικά τοι καὶ σφόδρα εἰκότως δυσοκνότατά τε εἶμι πρὸς τοῦτο λίαν. εἶεν γὰρ ἂν οἶμαί που τοῖς καθ’ ἡμᾶς οὐχ ἁλώσιμα τὰ οὕτως ἀνῳκισμένην καὶ ὑπερτενῆ λαχόντα τὴν θεωρίαν. χρῆναι δὲ οἶμαι λέγειν ἀνασκοπουμένῳ τὸ βάθος τῶν ἐν τῷ νόμῳ θεωρημάτων· τίς σοφὸς καὶ συνήσει ταῦτα; καὶ συνετὸς καὶ ἐπιγνώσεται αὐτά; Β. Οὐκ ἄτραχυ μὲν τὸ χρῆμα, ὦ τᾶν. αἰτεῖτε δέ, ὅμως φησὶν ὁ Χριστός, καὶ δοθήσεται ὑμῖν· ζητεῖτε καὶ εὑρήσετε, κρούετε καὶ ἀνοιγήσεται ὑμῖν.