Ancient Greek
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 4.1
Not analysed yet
Α. Ἰτέον δὴ οὖν ἐπὶ τὸ χρῆναι φιλοθηρεῖν τὸ τελοῦν εἰς ὄνησιν· καὶ δὴ καὶ ἱκετηρίαν προανατεί νωμεν λέγοντες· ἀποκάλυψον τοὺς ὀφθαλμούς μου, καὶ κατανοήσω τὰ θαυμάσιά σου ἐκ τοῦ νόμου σου. δεῖ δὲ ἡμᾶς, ὡς ἔοικε, καὶ πρό γε τῶν ἄλλων εἰπεῖν τήν τε εἰς φαυλότητα τοῦ ἀνθρώπου παρατροπὴν δουλείας τε πέρι καὶ αἰχμαλωσίας τῆς ὑπὸ τῷ πάντων ἐχθρῷ, ὅπως τε καὶ τίνα τρόπον ταυτὶ παρ’ ἡμῶν καὶ ἐν ἡμῖν ἐκπράττεται. προσεπειπεῖν δὲ δὴ οὕτω καὶ τίνα χρὴ τρόπον ἀπονεύειν τοῦ κακοῦ καὶ ἀποσείεσθαι μὲν τῆς ὑπ’ ἐκείνῳ δουλείας τὸν ζυγόν, ἀναθρῴσκειν δὲ αὖ πρὸς τὸ ἐν ἀρχαῖς διασώζοντος τε καὶ ἐπαμύνοντος θεοῦ. τῇδε γὰρ ἡμῖν ἰόντος τοῦ λόγου ὁδῷ τῇ πρεπούσῃ προήκοι ἄν, οἶμαι, καὶ τὰ λοιπά. Β. Ὀρθότατα διανοῇ. Α. Τὸ γάρ τοι καρποφορεῖν δύνασθαι τῷ θεῷ καὶ θυσίας προσάγειν πνευματικὰς ἤγουν ἀνδρίζεσθαι καὶ εὐδοκιμεῖν, κατορθοῦν ἐθέλοντας τὴν ἀρετήν, οὐχὶ δήπου πρέποι ἂν τοῖς οὔπω δουλείας καὶ παθῶν ἀνάγκης ἀπηλλαγμένοις, ἀλλ’ οἷς ἤδη πως ὁ νοῦς ἀνανήφει πρὸς τὸ ἐλεύθερον καὶ οὐκ ἀμελέτητον ἔχει τὸ ἀποσείεσθαι τὸν ζυγὸν τῆς τοῦ διαβόλου πλεονεξίας. Β. Σύμφημι, νοεῖς γὰρ ὀρθῶς. Α. Καὶ δὴ καὶ λέγωμεν, ὡς πεποίηται μὲν ὁ ἄνθρωπος ἐν ἀρχαῖς ἁμαρτίας μὲν καὶ παθῶν ἀνωτέρω πως ἔτι τὴν διάνοιαν ἔχων, οὐ μὴν ἀνεπίδεκτος παντελῶς τῆς ἐφ’ ὅπερ ἂν ἕλοιτο παρατροπῆς. ἐδόκει γὰρ ἔχειν ὀρθῶς τῷ πάντων ἀριστοτέχνῃ θεῷ τῶν ἰδίων θελημάτων ἀνάπτειν αὐτῷ τὰς ἡνίας καὶ ἀναθεῖναι δρᾶν τὸ δοκοῦν αὐτοκελεύστοις ὁρμαῖς. προαιρετικὴν γὰρ ἔδει καὶ οὐχ ὥσπερ ἐξ ἀνάγκης ὁρᾶσθαι τὴν ἀρετήν, ἀλλ’ οὐδὲ φύσεως νόμοις ἀδιαπτώτως ἐρηρεισμένην· ἴδιον γὰρ ἂν εἴη τουτὶ τῆς ἀνωτάτω πασῶν οὐσίας καὶ ὑπεροχῆς. ἐπειδὴ δὲ τοῖς τῆς ἰδίας φύσεως λόγοις τὸ ζῷον ἀπήρτιστο τεχνουργοῦντος θεοῦ, κατεπλούτει παραχρῆμα τὴν πρὸς αὐτὸν ὁμοίωσιν. ἐνεχαράττετο γὰρ αὐτῷ τῆς θείας φύσεως ἡ εἰκὼν ἐμφυσηθέντος ἁγίου πνεύματος. αὐτὸ γάρ ἐστιν ἡ πνοὴ τῆς ζωῆς, ἐπεί τοι ζωὴ κατὰ φύσιν ὁ θεός. Β. Ἆρ’ οὖν ψυχὴ τῷ ἀνθρώπῳ τὸ θεῖον ἐγένετο πνεῦμα; Α. Καὶ πῶς οὐκ ἄτοπον κομιδῇ τὸ τῇδε νοεῖν; ἦ γὰρ ἂν ἄτρεπτος καὶ αὐτή που πάντως διαμεμένηκεν ἡ ψυχή· νυνὶ δέ ἐστι τρεπτή, τρεπτὸν δὲ οὔτι που τὸ πνεῦμά ἐστιν. ἢ εἴπερ τὸ τρέπεσθαι νοσεῖ, ἐπ’ αὐτὴν ὁ μῶμος τὴν θείαν εὐθὺς ἀναδραμεῖται φύσιν, εἴπερ ἐστὶ τοῦ θεοῦ καὶ πατρὸς καὶ μὴν καὶ τοῦ υἱοῦ τὸ οὐ σιωδῶς ἐξ ἀμφοῖν, ἤγουν ἐκ πατρὸς δι’ υἱοῦ προχεόμενον πνεῦμα. ἀμαθὲς οὖν ἄρα τὸ εἰς ψυχὴν οἴεσθαι μεταπεπλάσθαι τὸ πνεῦμα καὶ εἰς ἀνθρώπου μεταχωρῆσαι φύσιν. ἀλλ’ ἐψυχοῦτο μὲν τὸ πλαστουργηθὲν ἀρρήτῳ δυνάμει, κατεκαλλύνετο δὲ παραχρῆμα τῇ τοῦ πνεύματος δόσει. ἦν γὰρ οὐχ ἑτέρως τὴν θείαν ἡμᾶς εἰκόνα δύνασθαι πλουτεῖν. Β. Εὖ λέγεις. Α. Κατακοσμήσας δὴ οὖν τὸ τέχνημα θεὸς τὴν ἐν παραδείσῳ δίαιταν ἐχαρίζετο. ἐπειδὴ δὲ ἔδει τὸν οὕτως κατηγλαϊσμένον καὶ τῇ τῶν ἄνωθεν ἀγαθῶν ἀφθονίᾳ κατεστεμμένον μὴ εὐκόλως ἀποφέρεσθαι πρὸς ἀλαζονείαν ἐᾶν, ἀγνοοῦντα τὴν δουλείαν καὶ ὡς ἔστι μέτρον τῶν οἰκετικῶν (τὸ γάρ τοι λίαν εὐρὺ πρὸς τὸ εὐκλεὲς καὶ τὸ ἀμέτρως ἐλεύθερον ἀποφέρει πρὸς τὸ ὑπέροφρυ καὶ ἐπάρατον πάθος), πρόφασις αὐτῷ τοῦ μὴ ἀγνοεῖν τὸν δεσπότην ἐγκρατείας ἐδόθη νόμος, ἵνα δι’ αὐτοῦ καλοῖτο πρὸς ἀνάμνησιν ἀεὶ τοῦ μετ’ ἐξουσίας προστεταχότος καὶ εἰδείη σαφῶς, ὡς ἔστιν ὑπεζευγμένος τοῖς τοῦ κρατοῦντος θεσμοῖς. ἀλλ’ οὐκ ἠρέμει τὸ ἀνόσιον ἐκεῖνο καὶ θεομισὲς θηρίον. Β. Φαίης ἂν οἶμαί που τὸν Σατανᾶν, ὃς τῶν οὐρανίων ἀψίδων ἀστραπῆς δίκην κατηκοντίζετο· νοσεῖν γὰρ οὕτω μειρακιωδῶς ἐδόκει τὸ θέλειν εἶναι θεὸς καὶ τὰ ὑπὲρ φύσιν τὴν ἑαυτοῦ παραληρῶν ἐφαντάζετο. Α. Διατεκμαίρῃ καλῶς. φθόνου γὰρ καὶ ἁμαρτίας εὑρετὴς ὢν καὶ πατὴρ ἀπρακτεῖν οὐκ ἤθελε περὶ τὸ ἐπὶ γῆς ζῷον, τοῦτ’ ἔστι τὸν ἄνθρωπον. εἶτα δόλῳ καὶ ἀπάταις ὑπελθὼν παρεκόμισεν εἰς παρακοὴν πανουργίας ὀργάνῳ τῷ γυναίῳ χρώμενος. ἀεὶ γάρ πως ἡμᾶς κατασείουσι πρὸς τὸ ἀκαλλές, τοῦτ’ ἔστιν εἰς ἁμαρτίαν, αἱ σὺν ἡμῖν τε καὶ ἐν ἡμῖν ἡδοναί· ἡδονῆς δὲ τύπος ἡ γυνή, θωπείαις δὲ ταῖς ἐξ ἡδονῶν καταθεῖ πολλάκις ἐπὶ τὸ ἀνεθέλητον ὁ νοῦς. ὅπερ οὖν ἐν Ἀδὰμ ὡς ἐν πάχει πραγμάτων καὶ αἰσθητῶς ὁρᾶται συμβεβηκὸς τοῦτο καὶ ἐν ἑκάστῳ τῶν καθ’ ἡμᾶς νοητῶς τε καὶ κεκρυμμένως κατίδοι τις ἂν πληρούμενον. προανατέλλουσα γὰρ ἡδονὴ καταγοητεύει τὸν νοῦν καὶ καταβιβάζει κατὰ βραχὺ πρὸς τὸ οἴεσθαι λοιπὸν τὸ μηδὲν εἶναι παντελῶς τοῦ θείου νόμου τὴν παράβασιν. καὶ πιστώσεται λέγων ὁ Χριστοῦ μαθητής· μηδεὶς πειραζόμενος λεγέτω, ὅτι ἀπὸ θεοῦ πειράζεται. ὁ γὰρ θεὸς ἀπείραστός ἐστι κακῶν· πειράζει δὲ αὐτὸς οὐδένα. ἕκαστος δὲ πειράζεται ὑπὸ τῆς ἰδίας ἐπιθυμίας ἐξελκόμενος καὶ δελεαζόμενος. εἶτα ἡ ἐπιθυμία συλλαβοῦσα τίκτει ἁμαρτίαν· ἡ δὲ ἁμαρτία ἀποτελεσθεῖσα ἀποκύει θάνατον. Β. Ἀτρεκὴς ὁ λόγος. Α. Ἀπεμπολήσας δὴ οὖν τὴν παρὰ θεοῦ χάριν καὶ γυμνωθεὶς ἤδη πως τῶν ἐν ἀρχαῖς ἀγαθῶν ἐξεπέμ πετο μὲν τοῦ παραδείσου τῆς τρυφῆς, μετεπλάττετο δὲ πρὸς τὸ ἀκαλλὲς εὐθὺς ἡ ἀνθρώπου φύσις, φθορᾶς δὲ εἴσω πεσοῦσα λοιπὸν ἀνεδείκνυτο. Β. Ἀναγκαίως. ἔνδεια γὰρ οἶμαι τῶν παρὰ θεοῦ χαρισμάτων οὐδὲν ἕτερόν ἐστιν ἢ παντὸς ἀπόγνωσις ἀγαθοῦ. ἀρρ ωστήσειε δ’ ἂν ἡ ἀνθρώπου φύσις καὶ μάλα ῥᾳδίως τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἐκτόπων παραφοράν, εἰ μὴ ἀνέχοι πρὸς ἀρετὴν αὐτὴν ἡ τοῦ διασώζοντος χάρις τοῖς ἄνωθεν καὶ παρ’ ἑαυτῆς ἀγαθοῖς πλουτίζουσα. Α. Ὡς εὖ λέγεις. συναινέσαιμι γὰρ ἂν καὶ μάλα εἰκότως· τρέφει μὲν γὰρ εἰς ἀλκὴν τὴν πνευματικὴν ὁ ἄρτος ὁ ζῶν, τοῦτ’ ἔστιν, ὁ τοῦ θεοῦ λόγος. γέγραπται γάρ, ὅτι καὶ ἄρτος στηρίζει καρδίαν ἀνθρώπου. δουλείας δὲ ἀπαλλάττει καὶ παθῶν καὶ τοῖς εἰς ἐλευθερίαν αὐχήμασιν εὖ μάλα καταχρυσοῖ. συνεσταλκότος δὲ ὥσπερ τὴν χεῖρα τοῦ θεοῦ καὶ τὴν ἐν τούτοις ἡμῖν χορηγίαν οὐ διανέμοντος πᾶσα πως ἀνάγκη καὶ ἀνεθελήτοις ἡμᾶς περιπίπτειν κακοῖς καὶ ἀρετῆς μὲν ἁπάσης ἀπωλισθεῖν, ὑπελθεῖν δὲ ὥσπερ τὸν ἑτέρου ζυγὸν ἥκειν τε εἰς τοῦτο κακῶν καὶ πλεονεξίας, ὡς ἀγχοῦ γενέσθαι λοιπὸν τοῦ καὶ αὐτὴν ἀπολέσαι τὴν εἰς πᾶν ὁτιοῦν τῶν ἀγαθῶν ὑπηρετοῦσαν τε ἡμῖν καὶ συνῳκισμένην σύνεσιν καὶ σοφίας ἐρήμην τῆς κατὰ θεὸν ἀποφανθῆναι παντελῶς τὴν τοῦ παθόντος καρδίαν ἐκπεπορνευμένην ὥσπερ τῷ Σατανᾷ καὶ ὑπενεχθεῖσαν εὐκόλως ὕβρεσί τε καὶ ἀσελγείαις ταῖς ὑπ’ αὐτῷ.