Ancient Greek · ~16 min
Edition urn:cts:pta:pta0005.pta001.pta-grcBibex, Λόγος πρῶτος
Cyrillus Theol., De adoratione et cultu in spiritu et ueritate 9.1
Not analysed yet
Β. Ἀτρεκὴς ὁ λόγος. τίς δ’ ἂν γένοιτο τούτων ἡ λύσις, ὡς ἥδιστα ἂν ἐρομένῳ φράσαις. Α. Τίς δ’ ἂν καὶ ἑτέρα παρὰ τὴν ἐναντίως ἔχουσαν τῇ πρώτῃ καὶ ἐν ἀρχαῖς; ῥοπαῖς γὰρ ἰδίων ἀπο νεύοντες θελημάτων ἐπὶ τὸ βιοῦν ἐθέλειν αἰσχρῶς καὶ τῆς ἀμωμήτου πολιτείας τὴν ἀστειότητα παρωθούμενοι πρὸς ἀγεννῆ καὶ ἀνδραποδώδη πεπτώκαμεν νοῦν μόνα φρονοῦντες τὰ ἐπὶ τῆς γῆς καὶ ταῖς τῆς σαρκὸς ἡδοναῖς ὁλοτρόπως ἐγκείμενοι. ταύτῃτοι τὸ λοιπὸν καὶ κατολισθεῖν ἡμᾶς ἠφίει θεὸς εἰς ἀδόκιμον νοῦν. Β. Παλινδρομεῖν οὖν ἄρα πρὸς ἀρετὴν ἀναγκαῖον; Α. Ἀμελητί γε, ὦ τᾶν, οὐκ ἐφιεμένους ἔτι τῆς ἐν κόσμῳ ζωῆς κατ’ ἐκεῖνό που πάντως τὸ διὰ τῆς τοῦ Παύλου φωνῆς ὀρθῶς εἰρημένον· ἀπεθάνετε γὰρ καὶ ἡ ζωὴ ὑμῶν κέκρυπται σὺν τῷ Χριστῷ ἐν τῷ θεῷ, δεδιψηκότας δὲ μᾶλλον τὴν ἐν οὐρανοῖς ἀπογραφὴν καὶ οἱονεὶ πατρίδα καὶ πόλιν τὴν ἄνω πεποιημένους καὶ ἀνακεκραγότας εὖ μάλα πρὸς θεόν· ἄνες μοι, ὅτι πάροικος ἐγώ εἰμι ἐν τῇ γῇ καὶ παρεπίδημος καθὼς πάντες οἱ πατέρες μου. ὁ γάρ τοι περιπατῶν ἐπὶ γῆς καὶ λαμπρὸν ἐν οὐρανοῖς τὸ πολίτευμα ἔχων πάροικός τε καὶ παρεπίδημος ἀληθῶς ἐξ αὐτῶν ἂν εἰκότως φαίνοιτο τῶν πραγμάτων. καὶ γοῦν τοῦ σωτῆρος ὁ μαθητὴς τοῦτο ποιεῖσθαι κελεύει καὶ ἡμᾶς αὐτοὺς αὔχημα περιφανές τε καὶ ἐκπρεπὲς ὡδί πη λέγων· ἀδελφοί, παρακαλῶ ὡς παροίκους καὶ παρεπιδήμους ἀπέχεσθαι τῶν σαρκικῶν ἐπιθυμιῶν, αἵτινες στρατεύονται κατὰ τῆς ψυχῆς. Β. Ἆρ’ οὖν ἀρκέσει πρὸς κατόρθωσιν ἀρετῆς ἡ τοιάδε διάθεσις, τὸ καταλῆξαί φημι τῶν σαρκικῶν ἐπιθυμιῶν; Α. Εἰ προσγένοιτο σοφῶς καὶ ταῦτα ἐκ τῆς ἑτέρας ἐπιεικείας, δῆλον δὲ ὅτι τῆς πνευματικῆς. γέγραπται γάρ· πλατεῖα ἡ ἐντολή σου σφόδρα. ἢ οὐχὶ διττὸς ἐν ἡμῖν ὁ μολυσμóς, ψυχῆς τε καὶ σώματος; ἕπεσθαι δὲ δεῖν οἰηθείην ἂν καὶ λίαν εἰκότως τοῖς καταμιαίνειν εἰωθόσιν ἰσοπαλῆ τε καὶ ἰσουργὰ τὰ διασμήχειν εἰδότα. Β. Ὀρθῶς ἔφης. Α. Ὥσπερ οὖν ἀμέλει διττὸς ὁ ῥύπος ψυχικός τε καὶ σωματικός, οὕτω καὶ ἡ διακάθαρσις ψυχική τε καὶ σωματικὴ γένοιτ’ ἂν εἰκότως. πλὴν ὅτι τὸ παροικίαν ἡγεῖσθαι φιλεῖν τὴν ἐν κόσμῳ ζωήν τοῖς τῇδε διακειμένοις οὐκ ἀκερδὲς ἀταλαίπωρον ἰδεῖν, εἴπερ ἕλοιτό τις εἰκόνα τοῦ πράγματος ποιεῖσθαι τὸν Ἀβραάμ, πρὸς ὃν εἴρηται παρὰ θεοῦ· ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου καὶ δεῦρο εἰς τὴν γῆν, ἣν ἄν σοι δείξω καὶ ποιήσω σε εἰς ἔθνος μέγα, καὶ εὐλογήσω σε καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογητὸς καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε καὶ τοὺς καταρωμένους σε καταράσομαι καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. συνίης ὅπως οὐκ ἐκ γῆς τε καὶ οἴκου μόνον, ἀλλὰ καὶ ἐκ τῆς συγγενείας καὶ μὴν καὶ ἐκ τοῦ οἴκου τοῦ πατρὸς ἀπαίρειν ἐκέλευσεν ἥκειν τε εἰς γῆν, ἥνπερ αὐτὸς ἐκδείξειεν ὁ καλῶν; Β. Ἀλλὰ τί δὴ τοῦτό ἐστιν; Α. Εἶτά πως οὐκ ἐναργές, ὅτι θεοῦ καλοῦντος εἰς ἀκολούθησιν –δῆλον δὲ ὅτι τὴν πνευματικήν –καὶ τῆς ἐν κόσμῳ ζωῆς -φημὶ δὲ δὴ πάλιν τῆς ἐν ἡδοναῖς καὶ φιλοσαρκίαις -οὓς ἂν ἕλοιτο τιμᾶν ἐξέρπειν ἐθέλοντος, ἀπόπληκτον κομιδῇ τὸ ἡγεῖσθαί τι τοῦ τοιοῦδε ἄμεινον; καταλογιζέσθω γὰρ εἰς οὐδὲν πατρίς τε καὶ γένος καὶ οἶκος πατρὸς καὶ τῶν ἐπιγείων ἡ κτῆσις. τοιγάρτοι καὶ αὐτὸς ὁ σωτὴρ πρὸς τὴν ἴσην ἡμᾶς ἀνδρείαν ἐκάλει λέγων· ὁ φιλῶν πατέρα ἢ μητέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος καὶ ὁ φιλῶν υἱὸν ἢ θυγατέρα ὑπὲρ ἐμὲ οὐκ ἔστι μου ἄξιος· καὶ ὃς οὐ λαμβάνει τὸν σταυρὸν αὐτοῦ καὶ ἀκολουθεῖ ὀπίσω μου, οὐκ ἔστι μου ἄξιος. προσετίθει δέ· καὶ πᾶς ὅστις ἀφῆκεν ἀδελφοὺς ἢ ἀδελφὰς ἢ πατέρα ἢ μητέρα ἢ γυναῖκα ἢ τέκνα ἢ ἀγροὺς ἢ οἰκίας ἕνεκεν τοῦ ὀνόματός μου, πολλαπλασίονα λήψεται καὶ ζωὴν αἰώνιον κληρονομήσει. ἢ γὰρ οὐχὶ τῆς εἰς ἄκρον εὐσθενείας τῆς ἐν Χριστῷ νοουμένης ἔργον εἶναι φὴς τὴν οὕτω λαμπρὰν καὶ περίοπτον ἀνδρείαν, ἣ παρ’ οὐδὲν ἡγεῖται ταυτί, τὸ δὲ δεῖν ἕπεσθαι τῷ Χριστῷ ποιεῖται περὶ πολλοῦ;