Ancient Greek · ~11 min
Volume 77
Cyrillus Theol., De exitu animi (homilia diversa 14) 77.1081
Not analysed yet
Οἱ δίκαιοι εἰς κόλπους Ἀβραὰμ, οἱ ἁμαρτωλοὶ εἰς βράσματα Βελιάρ. Οἱ δίκαιοι εἰς ἀνάπαυσιν, οἱ ἁμαρτωλοὶ εἰς κατάκρισιν. Οἱ δίκαιοι δροσίζονται, οἱ ἁμαρτωλοὶ φλογίζονται. Οἱ δίκαιοι εὐφραίνονται, οἱ ἁμαρτωλοὶ τῇ λύπῃ ξηραίνονται. Οἱ δίκαιοι μεγαλύνονται, οἱ δὲ ἁμαρτωλοὶ τήκονται. Οἱ δίκαιοι ὑψοῦνται, οἱ δὲ ἁμαρτωλοὶ ταπεινοῦνται. Οἱ δίκαιοι θάλπονται, οἱ δὲ ἁμαρτωλοὶ μελαίνονται. Οἱ δίκαιοι τῶν ἀγαθῶν κορέννυνται, οἱ δὲ ἁμαρτωλοὶ κλονίζονται. Τοὺς δικαίους θρέψει θέα Θεοῦ, τοὺς ἁμαρτωλοὺς λυπήσῃ θέα πυρός. Οἱ δίκαιοι σκεῦος ἐκλογῆς, οἱ ἁμαρτωλοὶ σκεῦος γεέννης. Οἱ δίκαιοι χρυσὸς πεπυρωμένος, καὶ ἄργυρος δόκιμος καὶ λίθοι τίμιοι· οἱ ἁμαρτωλοὶ ξύλα, καλάμη, χόρτος, πυρὸς ὑπέκκαυμα. Οἱ δίκαιοι σῖτος βασιλείας, οἱ ἁμαρτωλοὶ, ἄχυρα ἀπωλείας. Οἱ δίκαιοι σπόρος ἐκλεκτὸς, οἱ ἁμαρτωλοὶ ζιζάνια πυρός. Οἱ δίκαιοι ἅλας θεῖον, οἱ ἁμαρτωλοὶ βρῶμος καὶ δυσωδία. Οἱ δίκαιοι ναοὶ Θεοῦ ἀμίαντοι· οἱ ἁμαρτωλοὶ, ναοὶ δαιμόνων μεμιασμένοι. Οἱ δίκαιοι ἐν τῷ νυμφῶνι, οἱ ἁμαρτωλοὶ εἰς χάος ἀπέραντον. Οἱ δίκαιοι ἐν φωτοφανείαις, οἱ ἁμαρτωλοὶ ἐν ζόφῳ θυέλλης. Οἱ δίκαιοι μετὰ ἀγγέλων, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων. Οἱ δίκαιοι σὺν ἀγγέλοις χορεύουσιν, οἱ ἁμαρτωλοὶ μετὰ δαιμόνων θρηνοῦσιν. Οἱ δίκαιοι μέσον τοῦ φωτὸς, οἱ ἁμαρτωλοὶ μέσον τοῦ σκότους. Οἱ δίκαιοι ὑπὸ τοῦ Παρακλήτου παρακαλοῦνται, οἱ ἁμαρτωλοὶ σὺν τοῖς δαίμοσι τιμωροῦνται. Οἱ δίκαιοι παρίστανται τῷ θρόνῳ τῷ Δεσποτικῷ, οἱ ἁμαρτωλοὶ παρίστανται τῷ ζόφῳ τῷ τιμωρητικῷ. Οἱ δίκαιοι διαπαντὸς βλέπουσι τὸ πρόσωπον τοῦ Χριστοῦ, οἱ ἁμαρτωλοὶ διαπαντὸς ἵστανται κατὰ πρόσωπον τοῦ διαβόλου. Οἱ δίκαιοι μυοῦνται ἀγγέλοις, οἱ ἁμαρτωλοὶ μυοῦνται δαιμονίοις. Οἱ δίκαιοι ἱκεσίαν προσφέρουσιν, οἱ ἁμαρτωλοὶ θρῆνον ἄπαυστον. Οἱ δίκαιοι ἄνω, οἱ δὲ ἁμαρτωλοὶ κάτω. Οἱ δίκαιοι ἐν οὐρανῷ, οἱ δὲ ἁμαρτωλοὶ ἐν τῇ ἀβύσσῳ. Οἱ δίκαιοι εἰς ζωὴν αἰώνιον, οἱ ἁμαρτωλοὶ εἰς θάνατον ἀπωλείας. Οἱ δίκαιοι ἐν χειρὶ Θεοῦ, οἱ ἁμαρτωλοὶ ἐν τόπῳ διαβόλου. Οἱ δίκαιοι μετὰ τοῦ Θεοῦ, οἱ ἁμαρτωλοὶ μετὰ τοῦ Σατανᾶ. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅτε ἀφορίζονται ἀπὸ τῶν δικαίων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅτε γυμνοῦνται αἱ πράξεις αὐτῶν, καὶ αἱ βουλαὶ τῶν καρδιῶν φανεροῦνται. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅτε οἱ συδυασμοὶ τοῦ νοὸς ἐλέγχονται, καὶ αἱ συγκαταθέσεις τῶν πονηρῶν λογισμῶν ζυγοστατοῦνται, καὶ ταλαντεύεται ἡ διάνοια. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅτε μισοῦνται ὑπὸ τῶν ἁγίων ἀγγέλων, καὶ βδελύσσονται ὑπὸ τῶν ἁγίων μαρτύρων. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. ὅτε ἐκβάλλονται ἐκ τοῦ νυμφῶνος· οὐαὶ τὴν τότε μεταμέλειαν. οὐαὶ τὴν τότε θλίψιν. οὐαὶ τὴν τότε ἀνάγκην. οὐαὶ τὴν τότε καταιγίδα. Δεινὸν, τὸ χωρισθῆναι ἀπὸ τῶν ἁγίων· ἀργαλεώτερον, τὸ χωρισθῆναι ἀπὸ τοῦ Θεοῦ· ἄτιμον, τὸ δεθῆναι χεῖρας καὶ πόδας, καὶ εἰς τὸ πῦρ βληθῆναι· θλιβερὸν, τὸ ἐκπεμφθῆναι εἰς τὸ σκότος τὸ ἐξώτερον· γνοφερὸν, τὸ τρύζειν τοὺς ὀδόντας καὶ τήκεσθαι· βαρὺ, τὸ ἀπαύστως κολάζεσθαι. Πονηρὸν, τὸ φλογίζεσθαι τὴν γλῶσσαν· ἀσυμπαθὲς, τὸ αἰτεῖν ῥανίδα ὕδατος, καὶ μὴ λαμβάνειν. Πικρὸν, τὸ ἐν πυρὶ εἶναι, καὶ βοᾷν, καὶ μὴ βοηθεῖσθαι. Ἀπαράβατος ὁ