Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De exitu animi (homilia diversa 14) 77.1084
Not analysed yet
φάρυγξ, καὶ ἀμέτρητον τὸ χάος, ἄφυκτος ὁ ἀποκλεισθεὶς, ἀναπόδραστος ὁ κατεχόμενος, ἀνυπέρβατον τὸ τεῖχος τῆς φυλακῆς, ἄσπλαγχνοι οἱ τηρηταὶ, σκοτεινὸν τὸ δεσμωτήριον, ἄλυτα τὰ δεσμὰ, ἀνάσπαστοι αἱ ἁλύσεις, ἄγριοι, καὶ ἀτίθασσοι οἱ ὑπηρέται τῆς φλογὸς ἐκείνης, βαρεῖαι αἱ κασίδες αἱ τιμωρητικαὶ ἐκεῖναι, στεῤῥοὶ οἱ ὄνυχες καὶ ἄθραυστοι, σκληρὰ τὰ βούνευρα, θολώδεις καὶ καχλάζουσαι αἱ πίσσαι, δυσῶδες τὸ θεάφιον, ἀνθρακώδεις αἱ κλίναι αἱ ἐκεῖναι, ἄσβεστος ἡ πυρὰ, κνισσώδης καὶ βρωμώδης ὁ σκώληξ· ἀσυγχώρητον τὸ κριτήριον, ἀπροσωπόληπτος ὁ δικαστὴς, ἀπροφάσιστος ἡ ἀπολογία· κατεστιγμένα τὰ πρόσωπα τὰ τῶν δυναστῶν, πενιχροὶ οἱ δυνάσται, πτωχοὶ οἱ βασιλεῖς· ἰδιῶται οἱ σοφοὶ, μωροὶ καὶ ἄδεκτοι οἱ ῥήτορες· ἄφρονες οἱ πλούσιοι, ἀνήκοα τὰ κολακεύματα τῶν πλαστογράφων· φανεραὶ αἱ καμπύλαι τῶν ῥᾳδιούργων, τηλαυγεῖς αἱ τροχιαὶ τῶν πλεονεκτῶν· βρωμώδης τῶν φιλαργύρων ἡ ὀσμὴ, φανερὰ τῶν ὑποκριτῶν ἡ ὑπουλότης, λινόπληγοι, οἱ ἐπιθέται· πάντα γυμνὰ καὶ τετραχηλισμένα ἐνώπιον αὐτῶν. Οὐαὶ τοῖς ἁμαρτωλοῖς. βέβηλοι, καὶ ἐναγεῖς, καὶ ἀκάθαρτοί εἰσιν ἐνώπιον τοῦ Θεοῦ. Πῶς μεμίανται αὐτῶν αἱ ψυχαί. Πῶς βρωμοῦσιν αὐτῶν τὰ σώματα ἐκ τῆς λαγνείας καὶ ἀκολασίας. Πῶς ἐμόλυναν τὰ σώματα, καὶ ἐμίαναν τὴν ψυχὴν, μὴ φυλάξαντες τὴν στολὴν τοῦ ἁγίου βαπτίσματος. Πῶς ἀναισχύντως καὶ ἀνερυθριάστως τῇ κραιπάλῃ καὶ τῇ μέθῃ, τῆς ἀσωτίας τὴν ὀζοθήκην τῆς κοιλίας, τὸν ἀσκὸν τῆς γαστρὸς, τῇ αὐταρκείᾳ καὶ ἐγκρατείᾳ μὴ στοιχήσαντες, ἀλλὰ τὸν πλοῦτον αὐτῶν αὐτὴν ἐμπιστεύσαντες, τρυφηλῶς εἰς τὰς ἡδονὰς ὡς χοῖροι τῷ βορβόρῳ ἐγκυλινδούμενοι, τὰς ἡμέρας καὶ τὰ ἔτη αὐτῶν ἐδαπάνησαν· μετεωριζόμενοι ἐν λογισμοῖς ῥυπαροῖς, καὶ φαύλαις ἐννοίαις, καὶ ἀργολογίαις, καὶ θυμελικοῖς ᾄσμασι. Πῶς ἠλλοιώθησαν τὴν καρδίαν αὐτῶν τῇ πωρώσει, εἰς νοῦν μὴ λαβόντες τὴν σύνταξιν τοῦ Χριστοῦ, καὶ τὴν ἀπόταξιν τοῦ διαβόλου. Πῶς ἐξετράπησαν τῆς εὐθείας ὁδοῦ, ἐν τῷ σκότει τῆς ἀγνοίας βαδίσαντες, καὶ τῷ ὕπνῳ τῆς ῥᾳθυμίας ἐκδόντες, εἰς πέταυρον τῆς γεέννης ἑαυτοὺς ποντίσαντες. Πῶς ἀπηλλοτριώθησαν τοῦ φωτὸς τῶν ἀρετῶν, ἀγαπήσαντες τὸ σκότος τῆς ἁμαρτίας, διὰ τὸ βαδίσαι αὐτοὺς τῇ πλατείᾳ καὶ εὐρυχώρῳ ὁδῷ τῆς τριβακῆς κακίας. Πῶς ἐπελάθοντο τῆς τοῦ Κυρίου, καὶ Θεοῦ, καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἐπιδημίας, καὶ τῶν πολλῶν καὶ ἀνεξιχνιάστων αὐτοῦ εὐεργεσιῶν, καθαρισθέντες μὲν δι' ὕδατος τοῦ θείου βαπτίσματος καὶ Πνεύματος ἁγίου, καὶ στολισθέντες τῷ μύρῳ τῆς ἀγαλλιάσεως. διὰ δὲ μικρὰν ἡδονὴν, μισητὴν καὶ συχαντὴν, ἀθετήσαντες τὰς τοιαύτας καὶ τηλικαύτας δωρεὰς, ἐδουλώθησαν πνεύματι πορνείας καὶ μοιχείας. Οὐαὶ τοῖς καταλείψασι τὴν υἱοθεσίαν, καὶ ἀκολουθήσασι ταῖς τοῦ κόσμου ἡδοναῖς. Οὐαὶ τοῖς ἑπομένοις ταῖς τοῦ κόσμου συντυχίαις. Οὐαὶ τοῖς ἀγαπῶσι τὸ σκότος τῆς ἁμαρτίας. Οὐαὶ τοῖς καταλιποῦσι τὸ φῶς τῆς ἀληθείας. Οὐαὶ τοῖς περιπατοῦσιν ἐν νυκτὶ τῆς ἁμαρτίας. Οὐαὶ τοῖς καταλιμπάνουσι τὴν ἡμέραν τῆς θεογνωσίας. Οὐαὶ τοῖς ἐμπεπλησμένοις τῇ κακῇ συνηθείᾳ τοῦ γέλωτος.