Ancient Greek · ~10 min
Volume 77
Cyrillus Theol., De exitu animi (homilia diversa 14) 77.1085
Not analysed yet
Οὐαὶ τοῖς καλλωπιζομένοις πρὸς τὸ τρῶσαι ψυχὰς εἰς συνουσίαν καὶ λαγνείαν ἀκολασίας ἀκαθάρτου. ἀληθῶς ἄγκιστρόν ἐστι τοῦ διαβόλου, οὐ καλλωπισμός· τοῖς οὖν ποθοῦσι, καὶ ζητοῦσι, καὶ θέλουσι σωθῆναι, μισητός ἐστιν. Οὐαὶ τοῖς διαβάλλουσιν εἶς τῷ ἑνί. Οὐαὶ τοῖς παρακροαταῖς, καὶ συμβαλλομάχοις, καὶ ταραχοποιοῖς. Οὐαὶ τοῖς ὀμνύουσι διὰ φιληδονίαν. Οὐαὶ τοῖς ἐπιόρκοις. οὐαὶ τοῖς γαστριμάργοις, ὧν θεὸς, ἡ κοιλία. Οὐαὶ τοῖς μεθύουσιν. Μακάριος δὲ ὁ ἐνταῦθα ἑαυτὸν εὐτελίζων, καὶ ταπεινῶν διὰ τὸν Θεὸν, καὶ ἐξουθενῶν καὶ κατακρίνων. ὁ τοιοῦτος ὑπὸ Θεοῦ ὑψίστου ὑψοῦται, καὶ ὑπὸ ἀγγέλων ἐπαινεῖται, καὶ ἐν τῇ κρίσει ἐξ εὐωνύμων οὐχ ἵσταται. Μακάριος ἄνθρωπος ὁ καρτερῶν ἐν προσευχαῖς, καὶ ὑπομένων ἐν νηστείαις, καὶ χαίρων ἐν ἀγρυπνίαις, καὶ ἀντιπαλαίων, καὶ ἀποσοβῶν τὸν ὕπνον, κάμπτων τε τὰ γόνατα εἰς δοξολογίαν Θεοῦ, κρούων τὸ στῆθος, τύπτων τὸ πρόσωπον, ὑψῶν τὰς χεῖρας εἰς τὸν ἀέρα, αἴρων τὸ ὄμμα εἰς οὐρανὸν πρὸς Κύριον, ἐννοῶν τὸν ἐπὶ θρόνου δόξης καθήμενον, καὶ καρδίας ἐτάζοντα, καὶ νεφροὺς ἐμβατεύοντα. Ὁ γὰρ τοιοῦτος ἀπολαύει τῶν αἰωνίων ἀγαθῶν, υἱὸς, καὶ ἀδελφὸς, καὶ φίλος, καὶ κληρονόμος Θεοῦ γίνεται. Τούτου λάμψει τὸ πρόσωπον ὡς ὁ ἥλιος ἐν ἡμέρᾳ κρίσεως, ἐν ᾗ ἡ τῶν οὐρανῶν βασιλεία. Ὁ δὲ ἀγαπῶν τὴν ἀλήθειαν, φίλος Θεοῦ εὑρίσκεται· ὁ δὲ ψεύδη ἐνδελεχίζων, φίλος δαιμόνων γίνεται. Ὁ μισῶν τὸν δόλον, λυτροῦται τῆς ἀρᾶς. Ὁ ὑπομένων τοὺς πειρασμοὺς, ὡς ὁμολογητὴς στεφανοῦται ἐνώπιον τοῦ βήματος τοῦ Χριστοῦ. Ὁ γογγύζων, καὶ δυσπετῶν ἐν ταῖς συμπιπτούσαις συμφοραῖς, καὶ ταῖς συμβαινούσαις θλίψεσιν ἀκηδιῶν τε καὶ βλασφημῶν, οὗτος πεπλάνηται, καὶ φρένας κωφὰς ἔχει. Ὁ πρᾶος, καὶ ἐπιεικὴς, καὶ ταπεινόφρων, ὑπὸ Θεοῦ ἐπαινεῖται, μακαρίζεται ὑπὸ τῶν ἀγγέλων, καὶ ἐγκωμιάζεται ὑπὸ τῶν ἀνθρώπων. Ὁ δὲ πικρὸς, καὶ ὀξύθυμος, καὶ ὀξύχολος, κεκατήραται ἀπὸ Θεοῦ· τούτου ἡ βρῶσις, βότρυς πικρίας δαιμόνων· ὁ δὲ οἶνος, θυμὸς δρακόντων, καὶ ἡ πῶσις ἰὸς ἀσπίδος ἀνίατος. Οἱ καθαροὶ τῇ καρδίᾳ ὁρῶσι τὴν τοῦ Θεοῦ δόξαν· οἱ δὲ ἐῤῥυπωμένοι τὸν νοῦν, ἐνοπτρίζονται τὸν διάβολον. Οἱ τὰ φαῦλα πράξαντες, καὶ τὰ ἄτοπα ἐννοοῦντες, καὶ τὰ κακὰ λογιζόμενοι εἰς τὸν πλησίον, κωλύουσιν αὐτοὺς τῆς θείας κοινωνίας. Οἱ τὸ πρόσωπον φοινικείοις ὑγραίνοντες, καὶ ψιμμυθίῳ τὰς παρειὰς τρίβοντες, καὶ λευκαίνοντες, καὶ δι' ἐσόπτρων καὶ κατόπτρων στολιζόμενοι, πρὸς τὸ ζωγρῆσαι καὶ σαγηνεῦσαι ψυχὰς εἰς ἀκολασίαν καὶ ἐπιθυμίας ἀτόπους, καὶ ἔρωτας σατανικοὺς, ἐν ἡμέρᾳ κρίσεως θεοσεβεῖς οὐχ εὑρίσκονται· ἀλλ' ὡς καταφρονηταὶ τῶν ἐντολῶν τοῦ Θεοῦ κολάζονται. Οἱ περιεργαζόμενοι κάλλος ἀλλότριον, τῆς καλλονῆς τοῦ παραδείσου στερίσκονται. Οἱ ἐπιχαίροντες ἐπὶ πτώσει ἑτέρων, ἑαυτοὺς πτωματίζουσιν. Οἱ ἐπιθυμοῦντες τὰ ἀλλότρια, τὰ ἴδια προδιδοῦσι καὶ ἀπόλονται. Οἱ κενόδοξοι, καὶ ὑπερήφανοι καὶ ἀνθρωπάρεσκοι, μετὰ τοῦ διαβόλου καταδικάζονται. Οἱ ὑποκριταὶ,