Ancient Greek · ~9 min
Page 679
Cyrillus Theol., De incarnatione unigeniti 679
Not analysed yet
Τίνες δ' ἂν εἶεν οἱ παρ' ἑκάστῳ θρύλλοι καὶ τὰ σεμνὰ μυθάρια, φαίης ἄν, ὦ γενναῖε. Β— Πάνυ μὲν οὖν. Οἱ μὲν γάρ, ὅτι πέφηνε μὲν ἄνθρωπος ὁ ἐκ Θεοῦ Λόγος, οὐ μὴν ὅτι καὶ πεφόρεκε τὴν ἐκ τῆς Παρθένου σάρκα διειπεῖν τετολμήκασι. Καταψεύδονται δὲ μόνην τοῦ μυστηρίου τὴν δόκησιν. Ἕτεροι δ' αὖ, κατερυθριᾶν σκηπτόμενοι τὸ δοκεῖν ἀνθρώπῳ προσκυνεῖν, καὶ τὴν ἀπὸ γῆς σάρκα ταῖς ἀνωτάτω δόξαις στεφανοῦν παραιτούμενοι, καὶ ἐκ τῆς ἄγαν ἀμαθίας, νόθην τινὰ καὶ παρεφθαρμένην νοσοῦντες εὐλάβειαν, παρατετράφθαι φασὶ τὸν ἐκ Θεοῦ Πατρὸς φύντα Λόγον εἰς ὀστέων τε καὶ νεύρων καὶ σαρκὸς φύσιν, τὴν ἐκ Παρθένου γέννησιν τοῦ Ἐμμανουὴλ πλατὺ γελῶντες οἱ τάλανες, καὶ τὸ ἀπρεπὲς καταγράφοντες τῆς οὕτως ἀρίστης καὶ θεοπρεποῦς οἰκονομίας. Οἱ δὲ καὶ ὀψιγενῆ τὸν συναΐδιον τῷ Πατρὶ Θεὸν Λόγον εἶναι πεπιστεύκασι, καὶ εἰς τὸ μόλις ὑπάρξαι διακεκλῆσθαι τότε ὅτε καὶ τῆς κατὰ σάρκα γενέσεως ἔλαχε τὴν ἀρχήν. Εἰσὶ δὲ οἱ καὶ πρὸς τοῦτο μανίας δυσσεβῶς ἠγμένοι ὥστε καὶ ἀνυπόστατον τὸν ἐκ Θεοῦ φασιν εἶναι Λόγον, ῥῆμα δὲ ἁπλῶς τὸ κατὰ μόνην νοούμενον προφορὰν ἐν ἀνθρώπῳ γενέσθαι. Μάρκελλος δὲ οὗτοι καὶ Φωτεινός. Δοκεῖ δὲ μὴν καὶ ἑτέροις ἐνανθρωπῆσαι μὲν ἀληθῶς τὸν Μονογενῆ καὶ ἐν σαρκὶ γενέσθαι πιστεύειν, μὴ μὴν ἔτι καὶ ἐψυχῶσθαι τελείως τὴν ἀναληφθεῖσαν σάρκα ψυχῇ λογικῇ καὶ νοῦν ἐχούσῃ τὸν καθ' ἡμᾶς, εἰς ἑνότητα δὲ τὴν εἰσάπαν, ὥσπερ οὖν οἴονται, κατασφίγγοντες τόν τε ἐκ Θεοῦ Λόγον καὶ τὸν ἐκ τῆς ἁγίας Παρθένου ναόν, κατοικῆσαί φασιν ἐν αὐτῷ τὸν Λόγον, καὶ ἴδιον μὲν ποιήσασθαι σῶμα τὸ ἀναληφθέν, ψυχῆς δὲ αὐτὸν τῆς λογικῆς τε καὶ νοερᾶς ἀναπληροῦν τὸν τόπον. Ἕτεροι δὲ αὖ πρεσβεύουσι μὲν ταῖς τούτων δόξαις τὰ ἐναντία, καὶ ἀντιφέρονται τοῖς φρονήμασιν, ἔκ τε Θεοῦ Λόγου καὶ ψυχῆς τῆς λογικῆς καὶ σώματος, ἤτοι τελείας ἁπλῶς ἀνθρωπότητος, συνεστάναι τε καὶ ἀναπεπλέχθαι διαβεβαιούμενοι τὸν Ἐμμανουήλ. Οὐ μὴν ἔτι καὶ ὑγιᾶ καὶ ἀμώμητον παντελῶς τὴν ἐπ' αὐτῷ τετηρήκασι δόξαν. Καταδιϊστᾶσι γὰρ εἰς δύο τὸν ἕνα Χριστόν, καὶ παχεῖαν ὥσπερ αὐτοῖς ἐνιέντες τὴν διατομήν, ἀναμέρος ἑκάτερον μονονουχὶ καὶ ἑστῶτα παραδεικνύουσιν, ἕτερον μὲν εἶναι διατεινόμενοι τὸν ἐκ Παρθένου τεχθέντα τελείως ἄνθρωπον, ἕτερον δὲ αὖ τὸν ἐκ Θεοῦ Πατρὸς Λόγον, οὐχ ὅ τί ποτέ ἐστιν ἥ τε τοῦ Λόγου φύσις καὶ τῆς σαρκὸς διακρίνοντες, οὐδὲ μόναις ταῖς εἰς τοῦτο διαφοραῖς ἐμφιλοχωρεῖν ἐθέλοντες. Οὐ γὰρ ἂν ἐννοίας