Ancient Greek · ~9 min
Page 682
Cyrillus Theol., De incarnatione unigeniti 682
Not analysed yet
ἀπέθανεν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, κατὰ τὰς Γραφάς, καὶ ὅτι ἐτάφη, καὶ ὅτι ἐγήγερται τῇ ἡμέρᾳ τῇ τρίτῃ, κατὰ τὰς Γραφάς, καὶ ὅτι ὤφθη Κηφᾷ, εἶτα τοῖς δώδεκα, ἔπειτα ὤφθη ἐπάνω πεντακοσίοις ἀδελφοῖς ἐφάπαξ, ἐξ ὧν οἱ πλείους μένουσιν ἕως ἄρτι, τινὲς δὲ καὶ ἐκοιμήθησαν. Ἔπειτα ὤφθη Ἰακώβῳ, ἔπειτα τοῖς ἀποστόλοις πᾶσιν, ἔσχατον δὲ πάντων, ὡσπερεὶ τῷ ἐκτρώματι, φησίν, ὤφθη κἀμοί.» Καὶ μεθ' ἕτερα πάλιν· «Εἰ δὲ Χριστὸς κηρύσσεται, ὅτι ἐκ νεκρῶν ἐγήγερται, πῶς λέγουσιν ἐν ὑμῖν τινες ὅτι ἀνάστασις νεκρῶν οὐκ ἔστιν; Εἰ δὲ ἀνάστασις νεκρῶν οὐκ ἔστιν, οὐδὲ Χριστὸς ἐγήγερται. Εἰ δὲ Χριστὸς οὐκ ἐγήγερται, κενὸν ἄρα τὸ κήρυγμα ἡμῶν, κενὴ καὶ ἡ πίστις ἡμῶν. Εὑρισκόμεθα δὲ καὶ ψευδομάρτυρες τοῦ Θεοῦ, ὅτι ἐμαρτυρήσαμεν κατὰ τοῦ Θεοῦ ὅτι ἤγειρε τὸν Χριστόν, ὃν οὐκ ἤγειρεν, εἴπερ ἄρα νεκροὶ οὐκ ἐγείρονται.» Τεθναίη γὰρ ἄν, εἰπέ μοι, τίνα δὴ τρόπον ἡ σκιά; Πῶς οὖν ἀνέστησε τὸν Χριστὸν ὁ Πατήρ, σκιὰν ὄντα καὶ δόκησιν, καὶ τοῖς τοῦ θανάτου δεσμοῖς οὐχ ἁλώσιμον; Οἰχέσθω δὴ οὖν ὁ ἐκείνων ἔμετος, μῦθον δὲ ἄλλως, καὶ ἀνοσίου βουλῆς ἀποβράσματα τὰ παρ' αὐτοῖς ἡγώμεθα. Τοὺς γὰρ τοιούτους ἡμῖν προκαταμηνύει γράφων τοῦ Σωτῆρος ὁ μαθητὴς ὅτι «Πολλοὶ ψευδοπροφῆται ἐξεληλύθασιν εἰς τὸν κόσμον. Ἐν τούτῳ γινώσκεται τὸ Πνεῦμα τοῦ Θεοῦ. Πᾶν πνεῦμα ὃ ὁμολογεῖ Ἰησοῦν Χριστὸν ἐν σαρκὶ ἐληλυθότα ἐκ τοῦ Θεοῦ ἐστι, καὶ πᾶν πνεῦμα ὃ μὴ ὁμολογεῖ τὸν Ἰησοῦν ἐκ τοῦ Θεοῦ οὐκ ἔστιν. Καὶ τοῦτό ἐστι τὸ τοῦ Ἀντιχρίστου, ὃ ἀκηκόατε ὅτι ἔρχεται, καὶ νῦν ἐν τῷ κόσμῳ ἐστὶν ἤδη.» Εἰ γὰρ μὴ γέγονεν ἄνθρωπος, μήτε μὴν ἀναβέβηκεν ἐν σαρκὶ πρὸς τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα καὶ Θεόν, οὐδ' ἂν ὑποστρέψειεν ἐξ οὐρανοῦ καθ' ἡμᾶς, ἄνθρωπος δηλονότι καὶ ἐν σαρκί. Ἢ οὐκ ἀτρεκῆ σοι φάναι δοκῶ; Β— Καὶ μάλα. Α— Τὸ δὲ δὴ καὶ ἑτέρους οἴεσθαί τε καὶ φρονεῖν ἐξ ἀμετρήτου νωθείας γέννησιν μὲν ἀνήνασθαι τὴν διὰ τῆς ἁγίας Παρθένου τὸν ἐκ Θεοῦ φύντα Λόγον, καὶ φύσιν μὲν ἀτιμάσαι τὴν καθ' ἡμᾶς, παρατετράφθαι δὲ μᾶλλον αὐτὸν εἰς τὴν ἀπὸ γῆς σάρκα, δυσφημούντων ἐστὶ τὴν οἰκονομίαν, καὶ τοῖς θείοις σκέμμασιν ἐπιτιμᾶν ᾑρημένων. Ὁ μὲν γὰρ τῶν ὅλων δημιουργὸς καὶ πολὺς εἰς ἔλεον τοῦ Θεοῦ Λόγος κεκένωκεν ἑαυτὸν δι' ἡμᾶς «γενόμενος ἄνθρωπος, γενόμενος ἐκ γυναικός,» ἵν' ἐπείπερ «αἵματος καὶ σαρκὸς κεκοινώνηκε τὰ παιδία,» τουτέστιν ἡμεῖς, «καὶ αὐτὸς παραπλησίως μετάσχῃ