Ancient Greek · ~9 min
Page 684
Cyrillus Theol., De incarnatione unigeniti 684
Not analysed yet
Ὅτι δέ ἐστιν ἄτρεπτος μὲν καὶ ἀναλλοίωτος παντελῶς ἡ τοῦ Λόγου φύσις, ἀλλοιωτὴ δὲ παντελῶς ἡ γενητή, καταθρήσαι τις ἂν καὶ λίαν εὐκόλως ἀναμελῳδοῦντος ἐν Πνεύματι τοῦ μακαρίου Δαυείδ· «Οἱ οὐρανοὶ ἀπολοῦνται, σὺ δὲ διαμένεις, καὶ πάντες ὡς ἱμάτιον παλαιωθήσονται, καὶ ὡσεὶ περιβόλαιον ἑλίξεις αὐτούς, καὶ ἀλλαγήσονται. Σὺ δὲ ὁ αὐτὸς εἶ, καὶ τὰ ἔτη σου οὐκ ἐκλείψουσι.» Ποῦ τοιγαροῦν μεμένηκεν ὁ αὐτὸς ὁ ἐκ Θεοῦ Λόγος εἴπερ ἐστὶν ἀτρεκὲς εἰπεῖν ὅτι μεθεὶς τὸ ἐρηρεισμένως τε καὶ ἀκλονήτως ἔχειν, καταπεφοίτηκε μὲν εἰς ὅπερ οὐκ ἦν, μεταπεποίηται δὲ καὶ εἰς σαρκὸς φύσιν καὶ εἰς τὸ φθείρεσθαι πεφυκός; Ἆρ' οὖν οὐχὶ λῆρός τε ἤδη καὶ μανία ταυτί; Β— Πάνυ μὲν οὖν. Α— Ὥρα γὰρ εἰπεῖν ταῖς ἐκείνων ἀμαθίαις ἀντιτείνοντας ἀμαθέστερον, ὡς ἔστιν οὐκ ἀπεικὸς καὶ τὴν ἀπὸ γῆς σάρκα πρὸς τὴν τῆς θεότητος φύσιν ἀναφοιτᾶν δύνασθαί ποτε, καὶ τῆς ἀνωτάτω πασῶν οὐσίας γενέσθαι σύστασιν. Εἰ γὰρ αὐτὴ τῆς θεότητος ἡ φύσις, κατά γε τὴν ἐκείνων ἐμβροντησίαν, εἰς τὴν τῆς σαρκὸς μετακεχώρηκε φύσιν, οὐδὲν τὸ ἀπεῖργον ἔτι τὴν μὲν κάτω τε καὶ ἰδίαν φύσιν ὑπερπέτασθαι τὴν σάρκα, μεταπλάττεσθαι δὲ πρὸς θεότητα καὶ εἰς οὐσίαν τὴν ἀνωτάτω. Ἀλλ' οὐ ταῖς ἐκείνων ἀσυνεσίαις τὸ εὐπειθὲς χαριούμεθα, προσκεισόμεθα δὲ μᾶλλον ταῖς θείαις Γραφαῖς, καὶ προφήτου μὲν λέγοντος· «Ἰδοὺ ἡ Παρθένος ἐν γαστρὶ ἔξει, καὶ τέξεται υἱόν, καὶ καλέσουσι τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ,» κατασφραγίζοντος δὲ τὴν προαναφώνησιν τοῦ μακαρίου Γαβριήλ, καὶ τὴν ἄνωθεν ψῆφον τῇ Παρθένῳ διερμηνεύοντος· «Μὴ φοβοῦ γάρ, ἔφη, Μαριάμ, ὅτι ἰδοὺ συλλήψῃ ἐν γαστρί, καὶ τέξῃ Υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἰησοῦν,» ἐκ γυναικὸς ἀληθῶς γεγεννῆσθαι πιστεύομεν τὸν Ἐμμανουήλ, καὶ τὸ λαμπρόν τε καὶ ἀξιάγαστον τῆς ἑαυτῶν φύσεως οὐ διωσόμεθα καύχημα, φρονοῦντες ὀρθῶς. Β— Ἄριστα ἔφης. Ἐπεδράξατο γὰρ ὁ Μονογενὴς οὐχὶ τῆς ἰδίας φύσεως—ἦ γὰρ ἂν οὐδέν τι μᾶλλον τὰ καθ' ἡμᾶς ἐν ἀμείνοσιν—, ἀλλ' οὐδὲ τῆς ἀγγέλων, «ἀλλὰ σπέρματος Ἀβραάμ,» καθὰ γέγραπται. Ἦν γὰρ οὕτω καὶ οὐχ ἑτέρως τὸ διολισθῆσαν εἰς φθορὰν ἀνασώσασθαι γένος. Α— Τί δέ; Οὐχὶ κἀκεῖνο πρὸς τοῖσδε καταθαυμάζειν ἄξιον, ὦ Ἑρμεία; Β— Τὸ ποῖόν τι φής; Α— Μόνον γὰρ οὐχὶ καὶ τὸ ἐρρῶσθαι φράσαντες τῇ θεοπνεύστῳ Γραφῇ, καὶ πνεύμασι πλάνοις τὸν οἰκεῖόν τινες