Ancient Greek · ~9 min
Page 701
Cyrillus Theol., De incarnatione unigeniti 701
Not analysed yet
Ἦ γὰρ οὐχὶ καὶ ἡμεῖς αὐτοὶ καὶ ἰσουργοὶ καὶ σύμφρονες τοῖς μνημονευθεῖσιν ἐσόμεθα, τὴν τοῦ Θεοῦ δόξαν ἐν τῷ ψεύδει μεταλλάττοντες ἐν ὁμοιώματι εἰκόνος φθαρτοῦ ἀνθρώπου, εἰ ὡς ἀνθρώπῳ ψιλῷ καὶ ἑνὶ τῶν καθ' ἡμᾶς προσοίσομεν τὴν προσκύνησιν τῷ Ἐμμανουήλ; Β— Καὶ μάλα. Α— Τί δέ; Οὐχὶ καὶ αὐτὴ τῶν ἀγγέλων ἡ ἄνω πληθὺς τοῖς εἰς τοῦτο μανίας ἥκουσι συντετάξεται; Β— Ἀνάγκη. Α— Ἀνεξίτητον δέ, οἶμαί που, τὴν ἐπὶ τῷ πεπλανῆσθαι γραφὴν καὶ τῇ τῶν ἐθνῶν ἀγέλῃ περιθήσομεν, καὶ δυσαπόνιπτον ἕξει τῶν ἀρχαίων αἰτιαμάτων τὸ βλάβος. Πλανᾶται γάρ, οἶμαι, καὶ νῦν καὶ οὐδὲν ἧττον ἢ πάλαι, καὶ τὴν εἰς εὐθὺ διαστείχουσαν ἠγνόηκε τρίβον. Καὶ περιττός, ὡς ἔοικεν, ὁ μακάριος Παῦλος προσφωνῶν τε αὐτοῖς καὶ λέγων· «Ἀλλὰ τότε μὲν οὐκ εἰδότες Θεόν, ἐδουλεύσατε τοῖς μὴ φύσει θεοῖς. Νυνὶ δὲ γνόντες Θεόν, μᾶλλον δὲ γνωσθέντες ὑπὸ Θεοῦ, πῶς ἐπιστρέφετε πάλιν ἐπὶ τὰ ἀσθενῆ καὶ πτωχὰ στοιχεῖα, οἷς πάλιν ἄνωθεν δουλεύειν θέλετε;» Ποῖον γὰρ ἔτι Θεὸν ἐγνώκασιν εἰ μὴ φύσει Θεὸς ὁ Χριστὸς εἰς ὃν πεπιστεύκασι; Καὶ εἰ λελατρεύκασιν ἀνθρώπῳ, τοῖς τῆς ἀρχαίας πλανήσεως ἐνέχονται βρόχοις. Ἢ οὐκ ἀληθὲς ὅ φημι; Β— Πάνυ μὲν οὖν. Α— Ἄθρει δὴ οὖν ὅπως ἐξ ἀναγκαίων ἤδη συλλογισμῶν μονονουχὶ καὶ οὐχ ἑκόντες συνωθούμεθα πρός γε τὸ δεῖν ἐμφρόνως ὡς Θεῷ τῷ κατὰ φύσιν προσκυνεῖν τῷ Υἱῷ, καὶ ἐν τῷ καθ' ἡμᾶς πεφηνότι σχήματι, τῆς εἰς ἑνότητα συνδρομῆς οὐκ ἀνικάνως ἐχούσης εἰς τὸ ἀφανίσαι τυχὸν τὸ καὶ ἔσθ' ὅτε λυποῦν εἰς ἀνθρωπότητος ὑποψίαν. Β— Πῶς ἔφης; Α— Προσλαβοῦσα γὰρ ἡ τοῦ Λόγου φύσις τὸ ἀνθρώπινον, οὐκ ἀνθρωπότης ἔσται ψιλή, νικῶσα δὲ μᾶλλον ἰδίᾳ δόξῃ τὸ προσληφθέν, ἐν ἀκλονήτῳ σῴζεται διαμονῇ τῆς θεοπρεποῦς εὐκλείας. Ταυτὶ φρονοῦντες οἱ μαθηταί, προσεκύνουν λέγοντες· «Ἀληθῶς Θεοῦ Υἱὸς εἶ,» καίτοι βάδην ἰόντα βλέποντες καὶ ἐν σαρκὶ καθ' ἡμᾶς· ἐπ' ἄκρου γὰρ δὴ διέθει κύματος παραδόξως ὡς Θεός. Β— Καὶ τίς ἦν ὁ λέγων πρὸς τὴν ἐν τῇ Σαμαρείᾳ γυναῖκα· «Ὑμεῖς προσκυνεῖτε ὃ οὐκ οἴδατε, ἡμεῖς προσκυνοῦμεν ὃ οἴδαμεν;» Εἶτα πῶς ἔσται προσκυνητὸς ὁ τοῖς προσκυνοῦσι συντεταγμένος; Α— Καὶ μήν, ὦ φιλότης, τὸ «Τίς» δὴ τοῦτο πλειστάκις ἀναφωνεῖς τὸ λεξείδιον, οὐκ οἶδ' ὅπως τοῖς ἀσυνέτοις ἐξευρημένον.